§2.1.1ἡ Ῥωμαίων πόλις ἵδρυται μὲν ἐν τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας περὶ ποταμὸν Τέβεριν, ὃς κατὰ μέσην μάλιστα τὴν ἀκτὴν ἐκδίδωσιν, ἀπέχουσα τῆς Τυρρηνικῆς θαλάττης ἑκατὸν εἴκοσι σταδίους.
ローマの市は、イタリアの西部、ティベリス川のほとりに位置しており、この川は海岸のほぼ中央で海に注いでいる。 そしてこの市は、ティレニア海から120スタディオン離れている。
οἱ δὲ κατασχόντες αὐτὴν πρῶτοι τῶν μνημονευομένων βάρβαροί τινες ἦσαν αὐτόχθονες Σικελοὶ λεγόμενοι πολλά καὶ ἄλλα τῆς Ἰταλίας χωρία κατασχόντες, ὧν οὐκ ὀλίγα διέμεινεν οὐδʼ ἀφανῆ μνημεῖα μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ὀνόματα Σικελικὰ λεγόμενα, μηνύοντα τὴν πάλαι ποτὲ αὐτῶν ἐνοίκησιν.
記録に残る中で最初にそこを占拠したのは、シケロイ人と呼ばれる土着のある蛮族たちであり、彼らはイタリアの他の多くの地域をも占拠していた。 それらの地域のうち少なからぬ顕著な遺跡が、現代にいたるまで残っており、その中には、かつての彼らの居住を示している、シケロイのものと呼ばれるいくつかの地名も含まれている。
§2.1.2τούτους ἐκβαλόντες Ἀβοριγῖνες αὐτοὶ κατέσχον τὸν τόπον Οἰνώτρων ὄντες ἀπόγονοι τῶν κατοικούντων τὴν ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιον.
彼らを追い払って、アボリギネス自身がその地を占拠した。 彼らは、タラスからポセイドニアにいたる沿岸地方に居住していたオイノトロス人の子孫であった。
ἱερά τις αὕτη νεότης καθοσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον ὑπὸ τῶν πατέρων ἀποσταλῆναι λέγεται χώραν οἰκήσουσα τὴν ὑπὸ τοῦ δαιμονίου σφίσι δοθησομένην.
このある聖なる若者たちは、地元の慣習に従って神々に捧げられ、父親たちによって送り出されたと言われている。 それは、神格によって彼らに与えられるであろう土地に居住するためであった。
τὸ δὲ τῶν Οἰνώτρων γένος Ἀρκαδικὸν ἦν ἐκ τῆς τότε μὲν καλουμένης Λυκαονίας, νῦν δὲ Ἀρκαδίας, ἑκουσίως ἐξελθὸν ἐπὶ γῆς κτῆσιν ἀμείνονος ἡγουμένου τῆς ἀποικίας Οἰνώτρου τοῦ Λυκάονος,
オイノトロス人の民族はアルカディア系であり、当時リュカオニアと呼ばれ、現在はアルカディアと呼ばれる地方から、より良い土地の獲得のために自発的に出発したもので、リュカオンの子オイノトロスがその植民を率いていた。
§2.1.3ἐφʼ οὗ τὴν ἐπίκλησιν τὸ ἔθνος ἔλαβεν.
彼にちなんで、その民族は名を得た。
Ἀβοριγίνων δὲ κατεχόντων τὰ χωρία πρῶτοι μὲν αὐτοῖς γίνονται σύνοικοι Πελασγοὶ πλάνητες ἐκ τῆς τότε μὲν καλουμένης Αἱμονίας, νῦν δὲ Θετταλίας, ἐν ᾗ χρόνον τινὰ ᾤκησαν·
アボリギネスがその地域を占拠していたとき、最初に彼らの共同居住者となったのは、彷徨えるペラスゴス人たちであり、彼らは当時ハイモニアと呼ばれ、現在はテッサリアと呼ばれる地方から来て、そこでしばらくの間暮らしていた。
μετὰ δὲ τοὺς Πελασγοὺς Ἀρκάδες ἐκ Παλλαντίου πόλεως ἐξελθόντες Εὔανδρον ἡγεμόνα ποιησάμενοι τῆς ἀποικίας Ἑρμοῦ καὶ νύμφης Θέμιδος υἱόν, οἳ πρὸς ἑνὶ τῶν ἑπτὰ λόφων πολίζονται ὃς ἐν μέσῳ μάλιστα κεῖται τῆς Ῥώμης, Παλλάντιον ὀνομάσαντες τὸ χωρίον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ πατρίδος.
ペラスゴス人の次には、パランティオン市から出発し、ヘルメスとニンフのテミスの息子であるエヴァンドロスを植民の指導者としたアルカディア人たちが来た。 彼らは、ローマのほぼ中央に位置する7つの丘の内の1つの近くに町を築き、アルカディアにある祖国の都市にちなんで、その場所をパランティオンと名付けた。
§2.1.4χρόνοις δʼ οὐ πολλοῖς ὕστερον Ἡρακλέους καταχθέντος εἰς Ἰταλίαν, ὅτε τὴν στρατιὰν ἐξ Ἐρυθείας οἴκαδε ἀπήγαγε, μοῖρά τις ὑπολειφθεῖσα τῆς σὺν αὐτῷ δυνάμεως Ἑλληνικὴ πλησίον ἱδρύεται τοῦ Παλλαντίου, πρὸς ἑτέρῳ τῶν ἐμπεπολισμένων τῇ πόλει λόφων, ὃς τότε μὲν ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος ἐλέγετο, νῦν δὲ Καπιτωλῖνος ὑπὸ Ῥωμαίων·
それほど長くない時間の後、ヘラクレスがエリュテイアから故郷へ軍隊を率いて帰る途中でイタリアに上陸したとき、彼に同行していた軍勢のうち残されたギリシア人の一団がパランティオンの近くに定住した。 それは都市に取り込まれたもう一つの丘の近くであり、その丘は、当時は地元住民によってサトルニオスと呼ばれ、現在はローマ人によってカピトリーヌスと呼ばれている。
Ἐπειοὶ οἱ πλείους τούτων ἦσαν ἐκ πόλεως Ἤλιδος ἐξαναστάντες διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ὑφʼ Ἡρακλέους.
これらの人々の大部分は、ヘラクレスによって自分たちの祖国が荒廃させられたために、エリス市から立ち去ったエペイオス人であった。