§2.1.1ἡ Ῥωμαίων πόλις ἵδρυται μὲν ἐν τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας περὶ ποταμὸν Τέβεριν, ὃς κατὰ μέσην μάλιστα τὴν ἀκτὴν ἐκδίδωσιν, ἀπέχουσα τῆς Τυρρηνικῆς θαλάττης ἑκατὸν εἴκοσι σταδίους.
罗马城坐落在意大利西部、第伯里河畔,该河大约在海岸中部流入海中,距离第勒尼安海有一百二十斯塔迪翁。
οἱ δὲ κατασχόντες αὐτὴν πρῶτοι τῶν μνημονευομένων βάρβαροί τινες ἦσαν αὐτόχθονες Σικελοὶ λεγόμενοι πολλά καὶ ἄλλα τῆς Ἰταλίας χωρία κατασχόντες, ὧν οὐκ ὀλίγα διέμεινεν οὐδʼ ἀφανῆ μνημεῖα μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ὀνόματα Σικελικὰ λεγόμενα, μηνύοντα τὴν πάλαι ποτὲ αὐτῶν ἐνοίκησιν.
在有记载的人中,最早占领它的是被称为西克洛伊人的某些土著蛮族,他们也占领了意大利的许多其他地方;其中不少显赫的遗迹一直保留到我们的时代,其中包括一些被称为西克洛伊的某些地方名称,昭示着他们昔日的居住。
§2.1.2τούτους ἐκβαλόντες Ἀβοριγῖνες αὐτοὶ κατέσχον τὸν τόπον Οἰνώτρων ὄντες ἀπόγονοι τῶν κατοικούντων τὴν ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιον.
驱逐了这些人之后,原住民(阿博里吉内斯人)自己占领了该地,他们是居住在从塔兰托到波塞多尼亚沿海地区的伊诺特里亚人的后裔。
ἱερά τις αὕτη νεότης καθοσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον ὑπὸ τῶν πατέρων ἀποσταλῆναι λέγεται χώραν οἰκήσουσα τὴν ὑπὸ τοῦ δαιμονίου σφίσι δοθησομένην.
据说,这批神圣的青年根据当地习俗被奉献给神明,由他们的父辈送出,去居住神明将赐予他们的土地。
τὸ δὲ τῶν Οἰνώτρων γένος Ἀρκαδικὸν ἦν ἐκ τῆς τότε μὲν καλουμένης Λυκαονίας, νῦν δὲ Ἀρκαδίας, ἑκουσίως ἐξελθὸν ἐπὶ γῆς κτῆσιν ἀμείνονος ἡγουμένου τῆς ἀποικίας Οἰνώτρου τοῦ Λυκάονος, §2.1.3ἐφʼ οὗ τὴν ἐπίκλησιν τὸ ἔθνος ἔλαβεν.
伊诺特里亚人这一族群是阿卡迪亚人,来自当时被称为吕卡翁尼亚、现在被称为阿卡迪亚的地方,为了获得更好的土地而自愿迁出,由吕卡翁之子伊诺特鲁斯率领这次殖民,该族群也因他而得名。
Ἀβοριγίνων δὲ κατεχόντων τὰ χωρία πρῶτοι μὲν αὐτοῖς γίνονται σύνοικοι Πελασγοὶ πλάνητες ἐκ τῆς τότε μὲν καλουμένης Αἱμονίας, νῦν δὲ Θετταλίας, ἐν ᾗ χρόνον τινὰ ᾤκησαν·
在原住民占领这些地方时,最先与他们共同居住的是来自当时被称为海摩尼亚、现在被称为色萨利的地方的流落的佩拉斯吉人,他们在那里居住过一段时间。
μετὰ δὲ τοὺς Πελασγοὺς Ἀρκάδες ἐκ Παλλαντίου πόλεως ἐξελθόντες Εὔανδρον ἡγεμόνα ποιησάμενοι τῆς ἀποικίας Ἑρμοῦ καὶ νύμφης Θέμιδος υἱόν, οἳ πρὸς ἑνὶ τῶν ἑπτὰ λόφων πολίζονται ὃς ἐν μέσῳ μάλιστα κεῖται τῆς Ῥώμης, Παλλάντιον ὀνομάσαντες τὸ χωρίον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ πατρίδος.
在佩拉斯吉人之后,来自帕兰提翁城的阿卡迪亚人出发,以赫尔墨斯与仙女忒弥斯之子埃万德罗斯为殖民领袖,他们在几乎位于罗马中部的七座山丘之一附近建立城镇,并以其在阿卡迪亚的祖国城市命名该地为帕兰提翁。
§2.1.4χρόνοις δʼ οὐ πολλοῖς ὕστερον Ἡρακλέους καταχθέντος εἰς Ἰταλίαν, ὅτε τὴν στρατιὰν ἐξ Ἐρυθείας οἴκαδε ἀπήγαγε, μοῖρά τις ὑπολειφθεῖσα τῆς σὺν αὐτῷ δυνάμεως Ἑλληνικὴ πλησίον ἱδρύεται τοῦ Παλλαντίου, πρὸς ἑτέρῳ τῶν ἐμπεπολισμένων τῇ πόλει λόφων, ὃς τότε μὲν ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος ἐλέγετο, νῦν δὲ Καπιτωλῖνος ὑπὸ Ῥωμαίων· Ἐπειοὶ οἱ πλείους τούτων ἦσαν ἐκ πόλεως Ἤλιδος ἐξαναστάντες διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ὑφʼ Ἡρακλέους.
此后不久,当赫拉克勒斯在将军队从埃律忒亚带回故乡的途中抵达意大利时,他随行军队中留下的一支希腊部众在帕兰提翁附近定居,靠近并入该城的另一座山丘,该山丘当时被当地居民称为萨托尼奥斯,现在被罗马人称为卡皮托林;这些人中大多数是来自伊利斯城的伊佩奥伊人,由于他们的祖国被赫拉克勒斯蹂躏而流离失所。