§19.15.1παυσαμένου δʼ αὐτοῦ μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπε·
彼が話し終えると、ファブリキウスはしばらく間を置いてこう言った。
περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς ἢ κατὰ τὰς κοινὰς πράξεις ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπʼ ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρʼ ἑτέρων·
「公的な活動におけるか、私的な生活におけるかを問わず、私に備わっている徳については、あなたがすでに他者から聞いているのであるから、私が自分自身について何かを語る必要は全くない。
οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῆ καὶ φαῦλον οἰκίδιον καὶ οὔτʼ ἀπὸ δανεισμάτων οὔτʼ ἀπʼ ἀνδραπόδων ὁ βίος·
また、私に極めて小さな土地と粗末な家しかなく、私の暮らしが貸金からも奴隷からも得られていないという、私の貧しさについても同様である。
φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρʼ §19.15.2ἑτέρων.
というのも、あなたはこちらについても他者から正確に聞いているようだからだ。
περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν διʼ ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτʼ ἀκούσας τινὸς εἴτʼ αὐτὸς εἰκάζων.
しかし、私が貧しさのためにローマ人の誰よりも不遇な暮らしをしており、富裕な者たちの一人ではないがゆえに、善美の道を修めていても何の得もない、とあなたが考えているのだとしたら、それは他者から聞いたにせよ、あるいはあなた自身が推測したにせよ、誤った思い込みである。
ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδʼ ἔστιν, οὐδʼ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτʼ ἐν τοῖς κοινοῖς πράγμασιν οὔτʼ ἐν τοῖς ἰδίοις.
私には、多くを所有していないことによって不幸であると感じたことは一度もなく、今もそうではない。 また、公的な活動においても私的な生活においても、私自身の境遇を嘆いたこともない。
§19.15.3τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ;
いったいどういうわけで、私が運命を非難することがあろうか。
πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφʼ οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν;
すべての高貴な本性が熱心に追い求める、美しく誰もが競い合う価値のあるもののうち、貧しさのために祖国から何一つ分け前を得ることができなかったからだろうか。
ὃς ἄρχω τε τὰς μεγίστας ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερός εἰμι τῶν μέγιστα δυναμένων καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν,
私は最も高位の官職を務め、最も栄えある使節を務め、最も神聖な祭儀の執行を委ねられ、最も極めて重要な事柄について意見を述べることを求められて、相応しい席において指名され、称賛され、羨望され、最も大きな権力を持つ人々の誰にも引けを取らず、他の人々にとって善美の道の模範であるとみなされている。 しかも、これらのために私自身の財産から何一つ支出することなく。
§19.15.4ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς.
それは他の誰もが同様であるが。
οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλʼ αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα, ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας·
なぜなら、ローマの国家は、他のいくつかの国家のように個々人の生活を困窮させることはないからである。 それらの国家では、公的な富はわずかであり、私人の富は多いのであるが、ローマは、公務に進み出る者たちに対して、彼らが必要とするすべてのものを、華麗で壮大な資金を支給することによって自ら提供する。
ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἐπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους.
その結果、最も貧しい者であっても、美しい名誉を受けるにふさわしいと認められることにおいて、最も富める者より何ら軽んじられることはなく、善美の道のゆえにこれらの名誉に値するローマ人であれば、誰もが互いに平等なのである。
§19.15.5ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτʼ ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρησα τῆς τύχης, ὅτι οὐχ ὑμῖν ὅμοιον ἐμὲ ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός;
それゆえ、私が貧しくありながら、そのことのために、多くのものを所有している者たちに比べて何ら劣ることがないのであれば、どうして私が、多額の金が蓄えられているあなた方王たちと、運命が私を同じにしなかったからといって、運命を非難することがあろうか。
ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστʼ ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ ταμιευομένῳ παρέχειν, §19.15.6τὰ δʼ ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον.
さらに、私的な事柄においても、私は不幸から極めて遠く、富裕な者たちと比較してみるなら、ごく少数の幸福な者たちの一人に自分が数えられるとさえ思っている。 そして、このことを何よりも誇りに思っている。 というのも、労働を愛し節約に努める私にとって、生活に必要なものは、あの貧相な小さな土地が十分に提供してくれるからであり、そして、必要不可欠なもの以外のものを追い求めるよう、自然は私を駆り立てないからである。 それどころか、飢えが調えてくれるいかなる食べ物も私には美味であり、喉の渇きがもたらしてくれるいかなる飲み物も甘美であり、疲労が先立つときの眠りは心地よく、寒さを感じさせない衣服であれば極めて十分であり、同じ用途を満たしてくれるものであれば、どんなに安価な器物であっても最も自分に適しているからである。
§19.15.7ὥστʼ οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην ἂν τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν·
したがって、この点においても、自然が持たせたいと望んだだけの財産を私に与えてくれた運命を非難することは、私にとって正しくないであろう。
τῶν δʼ ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτʼ εὐπορίαν ἔδωκεν.
(運命は)過剰なものに対する欲求を私の内に植え付けもしなければ、その豊かさを与えもしなかったのだから。 」