§19.14.1ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν, ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών·
これらは三人の使節がいる前で言ったことであるが、個別にファブリキウスを脇に呼んでこう言った。
ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι κἀν τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων δʼ ἄπορον καὶ καθʼ ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν.
「ファブリキウスよ、私はあなたについて、戦争の指揮においては極めて優れ、生活においては公正かつ節度があり、他のあらゆる美徳を備えているものの、富には乏しく、この一点においてのみ運命に恵まれず、生活においては最も貧しい元老院議員たちと何ら変わらぬ暮らしを続けていると聞いておる。
§19.14.2τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν·
まさにこの欠けた部分を満たしてやりたいと望み、私はあなたに、それを手に入れればローマ人の中で最も裕福とされる人々全員を富において凌駕するほどの、多額の銀と金を与える用意がある。
καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτʼ ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον.
なぜなら、その徳にふさわしからぬ貧しさのために不遇を託している優れた人々を支援することは、指導者にとって美しく相応しい出費であり、王たる者の富の最も輝かしい献納物であり記念碑であると私は考えているからだ。
§19.14.3μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρʼ ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δίʼ οὐκ ἐλάττω. . . καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε.
それゆえファブリキウスよ、私のこの意図を知り、一切の遠慮を捨てて、私たちの手元にある富を分かち合おうではないか。 私はあなたに対して多大な感謝を抱くことになるであろうし、ゼウスにかけて、劣らぬ… そして、私を客人たちの中で最も重んずべき者であるとみなしてほしい。
ἐμοὶ δʼ ἀντὶ τούτων μήτʼ ἄδικον μήτʼ αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλʼ ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι.
その代わりに、私に対して不正な行為も恥ずべき行為も何一つ行う必要はない。 むしろ、それによってあなた自身が自らの祖国においてより優れ、より尊ばれるようになるような行為をしてほしい。
§19.14.4καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς οὐκ ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτʼ εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν.
そしてまず、これまで好戦的で、中庸なことを一切考えようとしなかった元老院を、あなたの全力を尽くして和睦へと促しなさい。 私があなた方の都市の不利益のためにやって来たのではなく、タレントゥム人や他のイタリア人に援助を約束したからであり、彼らを、私が軍勢を率いてこの地に留まり、最初の戦いに勝利した今、見捨てることは神聖でもなく、また見苦しいことでもあると説得しなさい。
καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ.
また、この時期に生じている非常に多く、かつ差し迫った諸問題が、私を私自身の領国へと呼び戻しているのだ。
§19.14.5πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς % εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις.
そして、人間の合意を確固たるものにするあらゆる誓約を、あなた個人に対しても、また他の使節たちに対しても、帰国に関して差し出す用意がある。 …ローマ人たちが友好的になるならば。 それは、もし王政という名が、他の一部の者たちが誓いや条約において法を犯したように見えたことから、私に対しても同様の推測をして、合意において欺瞞的なものとして疑わしく思われるとしても、あなたが自らの市民たちに対して自信を持って語ることができるようにするためである。
§19.14.6γενομένης δὲ τῆς εἰρήνης ἴθι μετʼ ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος.
そして平和が実現した暁には、私のもとに来て、私のあらゆる事柄における顧問となり、副将となり、王の幸運の分かち合い手となりなさい。
ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν·
私には優れた人間であり忠実な友人である者が必要であり、あなたには王の支援と王の事業が必要だからだ。
ἐὰν δὴ συνενέγκωμεν ταῦτʼ εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρʼ ἀλλήλων ἀποισόμεθα.
もし我々がこれらを一つに合わせるならば、お互いから最大の恩恵を得ることになるだろう。 」