Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §19.14.1-19.14.6

皮洛士试图利诱并拉拢法布里基乌斯

第 941 段,共 962 段 · 希腊语

内容简介

皮洛士私下召见罗马使节法布里基乌斯,提出赠予巨额金银以缓解其贫困。他进而请求法布里基乌斯促使罗马元老院达成和解,并承诺在实现和平后邀请其担任自己的顾问与副将。

§19.14.1ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν, ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών· ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι κἀν τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων δʼ ἄπορον καὶ καθʼ ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν.
这些话传是他当着三位使节的面说的,但私下里他把法布里基乌斯拉到一边说道:“法布里基乌斯,我听说你在战争的统帅方面是最出色的,在生活中也是公正且克制的,拥有所有其他的美德,但在财富上却很匮乏,在这仅有的一点上被命运剥夺了优势,以至于在日常生活中,你的境遇并不比最贫穷的元老院议员们好。
§19.14.2τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν· καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτʼ ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον.
正因为急于填补这一空缺,我准备赐予你如此巨额的金银,一旦获得,你将在财富上超越所有被认为最富有的罗马人;因为我认为,向那些因贫困而处境与其美德不相称的优秀人们施予恩惠,对一位统治者而言是高尚且相称的开支,也是君王财富最辉煌的奉献与丰碑。
§19.14.3μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρʼ ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δίʼ οὐκ ἐλάττω. . . καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε.
因此,法布里基乌斯,在了解了我的心意之后,请放下所有的顾虑,分享我们所拥有的财富,因为我将会对你深表感激,凭宙斯起誓,绝不少于……并且请把我看作在你的宾客中最受尊敬的人。
ἐμοὶ δʼ ἀντὶ τούτων μήτʼ ἄδικον μήτʼ αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλʼ ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι.
作为回报,你无需为我效劳任何不义或可耻的事情,而只需做那些能让你自己在你自己的祖国中变得更加卓越、更加受人尊崇的事情。
§19.14.4καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς οὐκ ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτʼ εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν.
首先,你要竭尽全力促使至今仍好斗且不愿考虑适度方案的元老院达成和解,告诉他们,我来到这里并非为了危害你们的城市,而是因为我曾承诺援助塔兰托人及其他意大利希腊人,而我在带兵亲自在此且赢得了第一场战役后将他们遗弃,既是不虔敬的,也是不体面的。
καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ.
此外,在此时期发生的许多极其迫切的事务,也正把我召回我自己的领国。
§19.14.5πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς % εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις.
我也愿意向你个人以及与其他使节一起,为回国之事提供一切能确保人们协议的保证……只要罗马人情愿成为朋友。 这样,即使某些人因为看到其他一些人在誓言和条约中违背了法律,从而对我做出类似的推测,以至于对王权之名在契约中的欺骗性抱有怀疑,你也可以满怀信心地对你的公民们说。
§19.14.6γενομένης δὲ τῆς εἰρήνης ἴθι μετʼ ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος.
而一旦实现和平,你就与我同行,成为我在一切事务上的顾问、我的副将以及王室幸遇的分享者。
ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν·
因为我需要一位优秀的人才和忠实的朋友,而你需要王室的支持与王室的事业。
ἐὰν δὴ συνενέγκωμεν ταῦτʼ εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρʼ ἀλλήλων ἀποισόμεθα.
如果我们把这些结合到一起,我们必将从彼此身上获得最大的福祉。 ”

词汇与语法注释

  1. 18.8κράτιστον ... εἶναι ... ἔχοντα ... ἐλασσούμενον — 动词 `πυνθάνομαι`(听说)在间接引语中既可以接不定式也可以接分词。此处不定式 `εἶναι` 与分词 `ἔχοντα`、`ἐλασσούμενον` 并列使用,其逻辑主语均为宾格的 `σέ`(指代法布里基乌斯)。
  2. 2347καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ... εὐεργετεῖν — 分词 `νομίσας` 与主句主语(皮洛士)一致。该动词的宾语是整个不定式短语 `τοὺς ἀγαθοὺς ἄνδρας... εὐεργετεῖν`(向优秀的男子施予恩惠),而 `καλὸν ἀνάλωμα`(高尚的开支)和 `πρέπον`(相称的)则充当其谓语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §19.14.1-19.14.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:19.14.1-19.14.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。