§19.13.1ὅτι Πύρρου τοῦ Ἠπειρωτῶν βασιλέως ἐπὶ τὴν Ῥώμην στρατιὰν ἐξαγαγόντος ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτʼ ἀντιδιαλλαξάμενον ἑτέρων σωμάτων εἴτʼ ἀργύριον κατʼ ἄνδρα ὁρίσαντα, καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσε, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνιαυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον, τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας, πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν.
エペイロス人の王ピュロスがローマに対して軍隊を率いて進軍した時、ローマ人たちは、ピュロスに自分たちのために捕虜を解放するよう要求するための使節を派遣することを決議した。 それは、彼が他の人質と交換にするか、あるいは一人当たりの身代金を定めるかのいずれかによるものであった。 そして彼らは、二年前(三年前)に執政官を務めてサムニウム人、ルカニア人、ブルッティウム人を大戦で破り、トゥリの包囲を解いたガイウス・ファブリキウス、およびファブリキウスと共同執政官であり、エトルリア戦争の指揮を執ったクイントゥス・アエミリウス、そして三年前(四年前)に執政官を務めてローマ人の最大の敵であったセノネスと呼ばれるケルト人の全不足と戦い、彼ら全員を若者(成人)に至るまで悉く虐殺したプブリウス・コルネリウスを使節に任命した。
§19.13.2οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες, ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαὶ καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπʼ ἐκείνῳ τὴν προαίρεσιν ἐποίουν, εἴτʼ ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους.
これらの者たちはピュロスのもとに到着して交渉を行い、そのような必要にふさわしい事柄、すなわち運命は予測しがたいものであり、戦争の形勢変化は素早く、将来起こることを人間が前もって知ることは容易ではないということを話し合ってから、捕虜の代わりに金銭を受け取ることを望むか、あるいは他の捕虜を受け取ることを望むかという選択を彼に委ねた。
§19.13.3Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς·
しかし、ピュロスは友人たちと相談した後に、彼らに次のように答えた。
σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατʼ ἐμοῦ πόλεμον ἔχητε χρῆσθαι.
「ローマ人の諸君、あなた方は不条理なことをしている。 私と友好関係を結ぶことは望まない一方で、戦争で捕らえられた者たちを取り戻すことを要求しているのだから。 それは、まさに彼ら自身を、私に対する戦争において再び用いることができるようにするためなのだ。
§19.13.4ἀλλʼ εἰ τὰ κράτιστα βουλεύεσθε πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπεισάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς συμμάχους ἀπολάβετε τοὺς ἰδίους προῖκα παρʼ ἐμοῦ πολίτας τε καὶ συμμάχους ἅπαντας·
だが、もしあなた方が最善の策を実行しようと決意し、双方にとっての共通の利益を考慮するならば、私および私の同盟者たちとの戦争に和睦を結んだ上で、あなた方自身の市民と同盟者たち全員を、私の元から無償で受け取りなさい。
ἄλλως δʼ οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν προέσθαι.
そうでなければ、私は多くの優れた人々をあなた方に引き渡すことには耐えられない。 」