§19.12.1ἀνήρ τις Ὀβλάκος ὄνομα, Οὐλσίνιος ἐπίκλησιν, τοῦ Φερεντανῶν ἔθνους ἡγεμών, ὁρῶν τὸν Πύρρον οὐ μίαν ἔχοντα στάσιν, ἀλλὰ πᾶσι τοῖς μαχομένοις ὀξέως ἐπιφαινόμενον, προσεῖχεν ἐκείνῳ μόνῳ τὸν νοῦν, καὶ ὅποι παριππεύοι τὸν ἴδιον ἀντιπαρῆγεν ἵππον·
オブラコスという名でウルシニウスとあだ名される、フェレンターニー族の隊長である一人の男が、ピュロスが一つの場所にとどまらず、戦う者たちすべての前に素早く現れるのを見て、彼だけに注意を向け、彼が馬を走らせる方向へと自分の馬を並行して走らせていた。
§19.12.2καί τις ἰδὼν αὐτὸν τῶν μετὰ τοῦ βασιλέως, Λεοννᾶτος Λεοφάντου Μακεδών, ὑποπτεύει τε καὶ δείξας τῷ Πύρρῳ λέγει·
すると、王の側近の一人でマケドニア人のレオパントスの子レオンナトスが彼に気づき、不審に思ってピュロスに指し示して言った。
τοῦτον τὸν ἄνδρα φυλάττου, βασιλεῦ·
「王よ、あの男にご用心ください。
πολεμιστὴς γὰρ ἄκρος ταὶ οὐκ ἐφʼ ἑνὸς ἑστηκὼς τόπου μάχεται, σὲ δὲ παρατηρεῖ καὶ τέτακεν ἐπὶ §19.12.3σοὶ τὸν νοῦν.
彼は卓越した戦士であり、一つの場所にとどまって戦うのではなく、あなたを監視し、あなたに注意を向けています。
τοῦ δὲ βασιλέως λέγοντος· τί δʼ ἄν με δράσειεν εἷς ὢν τοσούτους ἔχοντα περὶ ἐμαυτόν; καί τι καὶ νεανιευομένου περὶ τῆς ἑαυτοῦ ῥώμης, ὡς εἰ καὶ συνέλθοι πρὸς ἕνα μόνος οὐκ ἄπεισιν ὀπίσω χαίρων, λαβὼν ὃν ἀνέμενε καιρὸν ὁ Φερεντανὸς Ὀβλάκος ἐλαύνει σὺν τοῖς περὶ αὐτὸν εἰς μέσην τὴν βασιλικὴν ἴλην·
しかし、王が「これほど多くの者を身の回りに従えている私に対して、たった一人の男が何をもたらし得ようか」と言い、また自身の力について幾分か若気を見せ、たとえ自分一人が彼一人と対峙したとしても、相手は無傷では帰れないだろうという風に語っている間に、フェレンターニー人のオブラコスは、待ち望んでいた好機を捉えて、周囲の者たちとともに王の騎兵部隊のただ中へと突撃した。
διακόψας δὲ τὸ στίφος τῶν πέριξ ἱππέων ἐπʼ αὐτὸν ἐφέρετο τὸν βασιλέα, διαλαβὼν ἀμφοτέραις §19.12.4ταῖς χερσὶ τὸ δόρυ·
そして周囲の騎兵たちの群れを突破すると、両手で槍をしっかりと握り、王自身に向かって突進した。
κατὰ τὸν αὐτὸν δὲ χρόνον ὁ μὲν Λεοννᾶτος, ὁ προειπὼν τῷ Πύρρῳ φυλάττεσθαι τὸν ἄνδρα, μικρὸν ἐκνεύσας εἰς τὰ πλάγια τὸν ἵππον αὐτοῦ παίει τῷ ξυστῷ διὰ τῆς λαγόνος, ὁ δὲ Φερεντανὸς ἤδη καταφερόμενος τὸν τοῦ βασιλέως διὰ τοῦ στήθους ἐλαύνει, καὶ συγκαταπίπτουσι τοῖς ἵπποις ἀμφότεροι.
同じ時、先にピュロスにあの男を警戒するよう告げていたレオンナトスは、自分の馬を少し脇へとそらし、オブラコスの馬の脇腹を槍で突き刺した。 一方、フェレンターニー人はすでに落馬しかけながらも、王の馬の胸を槍で貫き、二人とも馬とともに倒れた。
§19.12.5τὸν μὲν οὖν βασιλέα τῶν σωματοφυλάκων ὁ πιστότατος ἐπὶ τὸν ἴδιον ἵππον ἀναβιβάσας ἐξελαύνει, τὸν δὲ Ὀβλάκον μέχρι πολλοῦ διαγωνισάμενον, ἔπειτα ὑπὸ πλήθους τῶν τραυμάτων καταπονηθέντα, τῶν ἑταίρων τινὲς ἀράμενοι μεγάλου περὶ §19.12.6τὸν νεκρὸν ἀγῶνος γενομένου διακομίζουσιν.
そこで、王は護衛兵のうち最も忠実な者によって自身の馬に乗せられて救出された。 一方、オブラコスは長い間激しく戦ったものの、最後には無数の傷によって力尽き、彼の遺体をめぐる激しい戦いの末、彼の戦友たちの何人かが遺体を担ぎ上げて運び去った。
ἐκ τότε δὲ ὁ βασιλεύς, ἵνα μὴ διάσημος εἴη τοῖς πολεμίοις, τὴν μὲν ἰδίαν χλαμύδα, ἣν ἐν ταῖς μάχαις εἰώθει φορεῖν, ἁλουργῆ τε οὖσαν καὶ χρυσόπαστον, καὶ τὸν ὁπλισμὸν πολυτελέστερον ὄντα τῶν ἄλλων τῆς τε ὕλης ἕνεκα καὶ τῆς τέχνης, τὸν πιστότατον τῶν ἑταίρων καὶ κατὰ τοὺς ἀγῶνας ἀνδρειότατον Μεγακλῆν ἐκέλευσεν ἐνδῦναι, τὴν δὲ φαιὰν ἐκείνου χλαμύδα καὶ τὸν θώρακα καὶ τὴν ἐπὶ τῇ κεφαλῇ καυσίαν αὐτὸς ἔλαβεν·
それ以来、王は敵に目立たないよう、戦いにおいて身につける習慣のあった、紫色の金糸刺繍を施した自らのマントと、その素材と精巧さの点で他よりも高価な武装を、戦友のうち最も忠実で戦いにおいて最も勇敢なメガクレスに身につけさせ、自らは彼の灰色のマントと胸当て、そして頭のフリギア帽を着用した。
ὅπερ αἴτιον αὐτῷ τῆς σωτηρίας ἔδοξε γενέσθαι.
そして、まさにこのことが彼の救いの原因となったと思われた。