§19.12.1ἀνήρ τις Ὀβλάκος ὄνομα, Οὐλσίνιος ἐπίκλησιν, τοῦ Φερεντανῶν ἔθνους ἡγεμών, ὁρῶν τὸν Πύρρον οὐ μίαν ἔχοντα στάσιν, ἀλλὰ πᾶσι τοῖς μαχομένοις ὀξέως ἐπιφαινόμενον, προσεῖχεν ἐκείνῳ μόνῳ τὸν νοῦν, καὶ ὅποι παριππεύοι τὸν ἴδιον ἀντιπαρῆγεν ἵππον·
一个名叫奥布拉克斯、绰号武尔西努斯的人,是费伦塔尼部族的领袖。 他看到皮洛士没有固定的位置,而是迅速地出现在所有战斗的人面前,便把注意力完全集中在皮洛士一人身上,并且皮洛士骑马到哪里,他就把自己的马并排骑到哪里。
§19.12.2καί τις ἰδὼν αὐτὸν τῶν μετὰ τοῦ βασιλέως, Λεοννᾶτος Λεοφάντου Μακεδών, ὑποπτεύει τε καὶ δείξας τῷ Πύρρῳ λέγει· τοῦτον τὸν ἄνδρα φυλάττου, βασιλεῦ·
国王随从中的一人,马其顿人莱奥纳托斯(莱奥凡托斯之子),注意到了他,起了疑心,便向皮洛士指着他说道:“国王啊,防备这个人。
πολεμιστὴς γὰρ ἄκρος ταὶ οὐκ ἐφʼ ἑνὸς ἑστηκὼς τόπου μάχεται, σὲ δὲ παρατηρεῖ καὶ τέτακεν ἐπὶ §19.12.3σοὶ τὸν νοῦν.
因为他是个极其优秀的战士,不固定在一个地方战斗,而是监视着你,并已把心思放在了你身上。
τοῦ δὲ βασιλέως λέγοντος· τί δʼ ἄν με δράσειεν εἷς ὢν τοσούτους ἔχοντα περὶ ἐμαυτόν;
国王则说:“我身边有这么多人保护,一个区区之辈能把我怎么样?
καί τι καὶ νεανιευομένου περὶ τῆς ἑαυτοῦ ῥώμης, ὡς εἰ καὶ συνέλθοι πρὸς ἕνα μόνος οὐκ ἄπεισιν ὀπίσω χαίρων, λαβὼν ὃν ἀνέμενε καιρὸν ὁ Φερεντανὸς Ὀβλάκος ἐλαύνει σὺν τοῖς περὶ αὐτὸν εἰς μέσην τὴν βασιλικὴν ἴλην·
”同时对自己的力量表现出些许年轻人的狂妄,仿佛即使自己单挑他一人,对方也绝不能安然回去。 这时,费伦塔尼人奥布拉克斯抓住了他一直等待的机会,率领身边的人冲入皇家骑兵队的中央。
διακόψας δὲ τὸ στίφος τῶν πέριξ ἱππέων ἐπʼ αὐτὸν ἐφέρετο τὸν βασιλέα, διαλαβὼν ἀμφοτέραις §19.12.4ταῖς χερσὶ τὸ δόρυ·
他突破了周围骑兵的包围,双手紧握长枪,向国王本人冲去。
κατὰ τὸν αὐτὸν δὲ χρόνον ὁ μὲν Λεοννᾶτος, ὁ προειπὼν τῷ Πύρρῳ φυλάττεσθαι τὸν ἄνδρα, μικρὸν ἐκνεύσας εἰς τὰ πλάγια τὸν ἵππον αὐτοῦ παίει τῷ ξυστῷ διὰ τῆς λαγόνος, ὁ δὲ Φερεντανὸς ἤδη καταφερόμενος τὸν τοῦ βασιλέως διὰ τοῦ στήθους ἐλαύνει, καὶ συγκαταπίπτουσι τοῖς ἵπποις ἀμφότεροι.
与此同时,之前警告过皮洛士防备那人的莱奥纳托斯,将自己的马稍微偏向侧面,用长枪刺中了那人马的胁部,而费伦塔尼人虽然已经在坠马,仍用长枪刺穿了国王坐骑的胸部,两人都和马一起倒了下去。
§19.12.5τὸν μὲν οὖν βασιλέα τῶν σωματοφυλάκων ὁ πιστότατος ἐπὶ τὸν ἴδιον ἵππον ἀναβιβάσας ἐξελαύνει, τὸν δὲ Ὀβλάκον μέχρι πολλοῦ διαγωνισάμενον, ἔπειτα ὑπὸ πλήθους τῶν τραυμάτων καταπονηθέντα, τῶν ἑταίρων τινὲς ἀράμενοι μεγάλου περὶ §19.12.6τὸν νεκρὸν ἀγῶνος γενομένου διακομίζουσιν.
于是,国王被侍卫中最忠诚的一个扶上自己的马带离了战场;而奥布拉克斯在顽强抵抗了很久之后,最终因伤势过重而力竭,他的伙伴们在一场围绕其遗体的激烈争夺战后,将他抬走并运了出去。
ἐκ τότε δὲ ὁ βασιλεύς, ἵνα μὴ διάσημος εἴη τοῖς πολεμίοις, τὴν μὲν ἰδίαν χλαμύδα, ἣν ἐν ταῖς μάχαις εἰώθει φορεῖν, ἁλουργῆ τε οὖσαν καὶ χρυσόπαστον, καὶ τὸν ὁπλισμὸν πολυτελέστερον ὄντα τῶν ἄλλων τῆς τε ὕλης ἕνεκα καὶ τῆς τέχνης, τὸν πιστότατον τῶν ἑταίρων καὶ κατὰ τοὺς ἀγῶνας ἀνδρειότατον Μεγακλῆν ἐκέλευσεν ἐνδῦναι, τὴν δὲ φαιὰν ἐκείνου χλαμύδα καὶ τὸν θώρακα καὶ τὴν ἐπὶ τῇ κεφαλῇ καυσίαν αὐτὸς ἔλαβεν· ὅπερ αἴτιον αὐτῷ τῆς σωτηρίας ἔδοξε γενέσθαι.
自此以后,国王为了不让敌人认出来,命令他最忠诚、在战斗中也最勇敢的伙伴梅加克勒斯换上他自己的斗篷——那件他习惯在战斗中穿着的紫金刺绣斗篷,以及因材质和工艺而比其他人更为昂贵的盔甲——而他自己则穿上梅加克勒斯的灰色斗篷和胸甲,戴上头上的马其顿帽;这确实似乎成了他保全性命的原因。