§19.1.1ὅτι Κρότων πόλις ἐν Ἰταλίᾳ ἐστὶ καὶ Σύβαρις ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ οὕτως κληθεῖσα.
クロトンはイタリアの都市であり、シュバリスはそこを流れる川からそのように名付けられたこと。
§19.1.2ὅτε Λακεδαιμόνιοι Μεσήνην ἐπολέμουν καὶ χῆρος ἀνδρῶν ἡ πόλις ἦν, δεομέναις ταῖς γυναιξὶ καὶ μάλιστα ταῖς ἐν ἀκμῇ παρθένοις μὴ περιιδεῖν τὰς μὲν ἀγάμους, τὰς δὲ ἀτέκνους γινομένας ἐπέμποντό τινες ἀεὶ νέοι παραλλὰξ ἀπὸ τοῦ στρατοπέδου τῆς μίξεως τῶν γυναικῶν ἕνεκα καὶ συνῄεσαν, αἷς ἐπιτύχοιεν·
スパルタ人がメッセネと戦争をしており、都市に男性が全くいなくなったとき、女たち、特に年頃の乙女たちが、自分たちがある者は未婚のまま、ある者は子供を持たないまま放置されないようにと嘆願したため、女たちと交わるために、陣営から常に若い男たちが交代で派遣され、出会った女たちと交わった。
ἐκ τούτων γίνονται τῶν ἀδιακρίτων ἐπιμιξιῶν παῖδες, οὓς ἀνδρωθέντας οἱ Λακεδαιμόνιοι προεπηλάκιζον τά τε ἄλλα καὶ Παρθενίας προσηγόρευον.
これらの無秩序な交わりから子供たちが生まれ、彼らが成人したとき、スパルタ人は彼らを様々に侮辱し、とりわけ「パルテニアス」と呼んだ。
§19.1.3στάσεως δὲ γενομένης ἡττηθέντες οἱ παρθενίαι ἀναχωροῦσιν ἑκόντες ἐκ τῆς πόλεως καὶ πέμψαντες εἰς Δελφοὺς χρησμὸν ἔλαβον πλεῖν εἰς Ἰταλίαν, ἐξευρόντας δὲ χωρίον τῆς Ἰαπυγίας Σατύριον καὶ ποταμὸν Τάραντα, ἔνθʼ ἂν ἴδωσι τράγον τῇ θαλάττῃ τέγγοντα τὸ γένειον, ἐκεῖ §19.1.4τοὺς βίους ἱδρύσασθαι.
内紛が起こり、敗北したパルテニアスたちは自発的に都市から退去し、デルポイに使者を送って、イタリアへ航海せよという神託を得た。 それは、イアピュギアのサテュリオンという土地とタラス川を見出し、そこで牡山羊が海でその顎髭を濡らしているのを見たならば、そこに居を定めるべしというものであった。
πλεύσαντες δὲ τόν τε ποταμὸν ἐξεῦρον καὶ κατά τινος ἐρινεοῦ πλησίον τῆς θαλάττης πεφυκότος ἄμπελον ἐθεάσαντο κατακεχυμένην, ἐξ ἧς τῶν ἐπιτράγων τις καθειμένος ἥπτετο τῆς θαλάττης.
彼らは航海してその川を見出し、海辺の近くに生えているある野生のイチジクの木の下に、一本の葡萄の木が垂れ下がっているのを目にしたが、そこから伸びた「エピトラゴス」の一つが、下方に垂れて海に触れていた。
τοῦτον ὑπολαβόντες εἶναι τὸν τράγον, ὃν προεῖπεν αὐτοῖς ὁ θεὸς ὄψεσθαι τέγγοντα τὸ γένειον τῇ θαλάττῃ, αὐτοῦ μένοντες ἐπολέμουν Ἰάπυγας, καὶ ἱδρύονται τὴν ἐπώνυμον τοῦ ποταμοῦ Τάραντος πόλιν.
これこそが、神が海で顎髭を濡らしているのを見るだろうと予言した「牡山羊」であると解釈した彼らは、そこに留まってイアピュギア人と戦い、タラス川にちなんで名付けられた都市を創建した。