§17_18.5.1ὅτι ὁ αὐτὸς Ποστόμιος πρῶτον μὲν τὸ Κομίνιον ἐκ πολιορκίας παραλαμβάνει χρόνον οὐ πολὺν ἐν ταῖς προσβολαῖς διατρίψας, ἔπειτα Οὐενουσίαν πολυάνθρωπον καὶ ἄλλας πόλεις πλείστας ὅσας, ἐξ ὧν μύριοι μὲν ἐσφάγησαν, ἑξακισχίλιοι δὲ καὶ §17_18.5.2διακόσιοι τὰ ὅπλα παρέδοσαν.
同じポストミウスが、第一にコミニウムを、包囲攻撃にさほど時間を費やすことなく降伏させ、第二に人口の多いウェヌシア、およびその他の非常に多くの都市を攻略し、これらから一万人が殺害され、六千人と二百人が武装解除したこと。
ταῦτα διαπραξάμενος οὐχ ὅπως χάριτος ἢ τιμῆς τινος ἠξιώθη παρὰ τῆς βουλῆς, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἀξίωσιν ἀπέβαλεν.
これらのことを成し遂げたものの、彼は元老院からいかなる感謝や名誉にも値するとみなされなかったばかりか、以前から持っていた威信さえ失ってしまった。
ἀποστελλομένων γὰρ εἰς μίαν τῶν ἁλουσῶν ὑπʼ ἐκείνου πόλεων, τὴν καλουμένην Οὐενουσίαν, δισμυρίων ἐποίκων ἕτεροι τῆς ἀποικίας ᾑρέθησαν ἡγεμόνες·
というのも、彼によって攻略された都市の一つ、いわゆるウェヌシアに二万人の入植者が派遣される際、他の者たちがその植民の指導者に選ばれたからである。
ὁ δὲ τὴν πόλιν ἐξελὼν καὶ τὴν γνώμην τῆς ἀποστολῆς τῶν κληρούχων εἰσηγησάμενος οὐδὲ ταύτης ἄξιος ἐφάνη τῆς τιμῆς.
都市を攻略し、入植者の派遣という方針を提案した当の本人は、この名誉にさえ値しないとみなされた。
§17_18.5.3εἰ μὲν οὖν σώφρονι λογισμῷ τὰ συμβάντα ἤνεγκε καὶ τὸ χαλεπὸν τοῦ συνεδρίου λόγων τε καὶ ἔργων χρηστῶν θεραπείαις ἐπράυνεν, οὐδεμιᾶς ἂν ἔτι συμφορᾶς εἰς ἀτιμίαν φερούσης ἐπειράθη.
それゆえ、もし彼が分別ある思慮によって起きた事態を受け入れ、元老院の怒りを良い言葉と行いという手当てによって和らげていたなら、不名誉をもたらすような災難にこれ以上遭うことはなかったであろう。
νῦν δʼ ἀγανακτῶν καὶ ἀντιχαλεπαίνων τάς τʼ ὠφελείας ἃς ἔλαβεν ἐκ τῶν πολεμίων ἁπάσας τοῖς στρατιώταις ἐχαρίσατο, καὶ πρὶν ἀποσταλῆναι τὸν διάδοχον τῆς ἀρχῆς ἀπέλυσεν ἀπὸ τῶν σημείων τὰς δυνάμεις, καὶ τελευτῶν ὃν οὔτε ἡ βουλὴ οὔτε ὁ δῆμος συνεχώρησεν αὐτῷ θρίαμβον ἀπὸ τῆς ἑαυτοῦ γνώμης κατήγαγεν.
しかし現実には、憤慨して報復的な敵意を抱き、敵から得たすべての略奪品を兵士たちに気前よく与え、職務の後継者が派遣される前に軍隊を退役させ、最後には、元老院も民衆も彼に許さなかった凱旋式を、彼自身の独断によって挙行した。
§17_18.5.4ἐφʼ οἷς ἅπασιν ἔτι μείζονος ἐξ ἁπάντων μίσους ἐκκαυθέντος ἅμα τῷ παραδοῦναι τὴν ἀρχὴν τοῖς μεθʼ ἑαυτὸν ὑπάτοις εἰς δίκην ὑπάγεται δημοσίαν ὑπὸ δυεῖν δημάρχων.
これらすべてのことによって、あらゆる人々からさらに大きな憎悪が燃え上がったため、後任の執政官たちに職権を引き渡すと同時に、彼は二人の護民官によって公的な裁判に引き出された。
καὶ κατηγορηθεὶς ἐν τῷ δήμῳ πάσαις ταῖς φυλαῖς κατακρίνεται, τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν πέντε μυριάδας ἀργυρίου.
そして民衆の前で告発され、すべての部族によって有罪と判定され、その弾劾の罰金は銀貨五万ドラクマの金銭的なものであった。