Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §19.1.1-19.1.4

帕提尼亚人的流亡与塔兰托建城

第 928 段,共 962 段 · 希腊语

内容简介

塔兰托(塔拉斯)的建城传说。斯巴达在美塞尼亚战争期间出生的“帕提尼亚人”因内乱移居意大利,根据德尔斐关于“公羊浸胡须”的神启,将葡萄藤卷须解读为公羊,从而建城。

§19.1.1ὅτι Κρότων πόλις ἐν Ἰταλίᾳ ἐστὶ καὶ Σύβαρις ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ οὕτως κληθεῖσα.
意大利有克罗托那城,以及因旁流之河而得名的叙巴里斯城。
§19.1.2ὅτε Λακεδαιμόνιοι Μεσήνην ἐπολέμουν καὶ χῆρος ἀνδρῶν ἡ πόλις ἦν, δεομέναις ταῖς γυναιξὶ καὶ μάλιστα ταῖς ἐν ἀκμῇ παρθένοις μὴ περιιδεῖν τὰς μὲν ἀγάμους, τὰς δὲ ἀτέκνους γινομένας ἐπέμποντό τινες ἀεὶ νέοι παραλλὰξ ἀπὸ τοῦ στρατοπέδου τῆς μίξεως τῶν γυναικῶν ἕνεκα καὶ συνῄεσαν, αἷς ἐπιτύχοιεν·
当拉栖代梦人与美塞尼亚交战,城中缺乏男子时,因妇女们、尤其是正值妙龄的处女们恳求不要任凭她们有的无夫、有的无子,于是总有年轻男子从军营中轮流被派来与妇女们交合,他们与所遇见的妇女同居。
ἐκ τούτων γίνονται τῶν ἀδιακρίτων ἐπιμιξιῶν παῖδες, οὓς ἀνδρωθέντας οἱ Λακεδαιμόνιοι προεπηλάκιζον τά τε ἄλλα καὶ Παρθενίας προσηγόρευον.
从这些无秩序的交合中生下了孩子,待他们成年后,拉栖代梦人百般侮辱他们,并特别称其为“帕提尼亚人”。
§19.1.3στάσεως δὲ γενομένης ἡττηθέντες οἱ παρθενίαι ἀναχωροῦσιν ἑκόντες ἐκ τῆς πόλεως καὶ πέμψαντες εἰς Δελφοὺς χρησμὸν ἔλαβον πλεῖν εἰς Ἰταλίαν, ἐξευρόντας δὲ χωρίον τῆς Ἰαπυγίας Σατύριον καὶ ποταμὸν Τάραντα, ἔνθʼ ἂν ἴδωσι τράγον τῇ θαλάττῃ τέγγοντα τὸ γένειον, ἐκεῖ §19.1.4τοὺς βίους ἱδρύσασθαι.
发生内乱后,被打败的帕提尼亚人自愿离开该城,并派人去德尔斐,得到了航行前往意大利的神启,即在寻找到了伊阿庇吉亚的萨提里翁地区和塔拉斯河后,在他们看见公羊在海中浸湿胡须的地方,就在那里安家落户。
πλεύσαντες δὲ τόν τε ποταμὸν ἐξεῦρον καὶ κατά τινος ἐρινεοῦ πλησίον τῆς θαλάττης πεφυκότος ἄμπελον ἐθεάσαντο κατακεχυμένην, ἐξ ἧς τῶν ἐπιτράγων τις καθειμένος ἥπτετο τῆς θαλάττης.
他们航行后,不仅找到了那条河,还在一棵生在海边的野无花果树旁,看到一株垂下的葡萄藤,其中一根被称为“艾皮特拉戈斯”的藤条垂下并接触到了海水。
τοῦτον ὑπολαβόντες εἶναι τὸν τράγον, ὃν προεῖπεν αὐτοῖς ὁ θεὸς ὄψεσθαι τέγγοντα τὸ γένειον τῇ θαλάττῃ, αὐτοῦ μένοντες ἐπολέμουν Ἰάπυγας, καὶ ἱδρύονται τὴν ἐπώνυμον τοῦ ποταμοῦ Τάραντος πόλιν.
他们认为这就是神预言他们会看见其在海中浸湿胡须的“公羊”,便留在此地,与伊阿庇吉亚人交战,并建立了以塔拉斯河命名的城市。

词汇与语法注释

  1. 19.1.2δεομέναις ταῖς γυναιξὶ — 与格名词短语。与被动动词 ἐπέμποντο 连用,表示行为的动机或对象(“应妇女们的恳求”或“分派给恳求的妇女们”)。
  2. 19.1.2μὴ περιιδεῖν τὰς μὲν ἀγάμους, τὰς δὲ ἀτέκνους γινομένας — 动词 περιοράω(不定式为 περιιδεῖν)带现在分词(此处的 γινομένας),意为“放任/坐视……变成……”。否定词 μὴ 否定该不定式,表示恳求(δεομέναις)的具体内容。
  3. 19.1.3ἐξευρόντας — 宾格复数分词。由于主句动词短语 χρησμὸν ἔλαβον(得到神启)后接不定式 πλεῖν 和 ἱδρύσασθαι,该分词在格、性、数上与这些不定式逻辑上的宾格主语一致。
  4. 19.1.4τῶν ἐπιτράγων τις — 双关语。神谕预言他们会看见一只“公羊”(τράγος),而他们发现的则是卷曲在野无花果树上的葡萄“嫩枝/卷须”(ἐπίτραγος)。这两个词在读音上的相似性使他们认为神谕已然实现。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §19.1.1-19.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:19.1.1-19.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。