Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §17_18.5.1-17_18.5.4

波斯图米乌斯擅行凯旋式与受审获罪

第 927 段,共 962 段 · 希腊语

内容简介

波斯图米乌斯迅速攻占科米尼乌姆和维努西亚却未获元老院赏识,他愤而将战利品分给士兵并擅自解散军队、举行凯旋式,卸任后因此被护民官起诉并处以巨额罚款。

§17_18.5.1ὅτι ὁ αὐτὸς Ποστόμιος πρῶτον μὲν τὸ Κομίνιον ἐκ πολιορκίας παραλαμβάνει χρόνον οὐ πολὺν ἐν ταῖς προσβολαῖς διατρίψας, ἔπειτα Οὐενουσίαν πολυάνθρωπον καὶ ἄλλας πόλεις πλείστας ὅσας, ἐξ ὧν μύριοι μὲν ἐσφάγησαν, ἑξακισχίλιοι δὲ καὶ §17_18.5.2διακόσιοι τὰ ὅπλα παρέδοσαν.
同一波斯图米乌斯首先通过包围占领了科米尼乌姆,在强攻上并未花费太多时间,接着占领了人口稠密的维努西亚以及其他极多城市,其中一万人被杀,六千及二百人缴械投降。
ταῦτα διαπραξάμενος οὐχ ὅπως χάριτος ἢ τιμῆς τινος ἠξιώθη παρὰ τῆς βουλῆς, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἀξίωσιν ἀπέβαλεν.
他虽完成了这些功绩,不仅未被元老院认为配得上任何感谢或荣誉,反而连原有的威信也失去了。
ἀποστελλομένων γὰρ εἰς μίαν τῶν ἁλουσῶν ὑπʼ ἐκείνου πόλεων, τὴν καλουμένην Οὐενουσίαν, δισμυρίων ἐποίκων ἕτεροι τῆς ἀποικίας ᾑρέθησαν ἡγεμόνες· ὁ δὲ τὴν πόλιν ἐξελὼν καὶ τὴν γνώμην τῆς ἀποστολῆς τῶν κληρούχων εἰσηγησάμενος οὐδὲ ταύτης ἄξιος ἐφάνη τῆς τιμῆς.
因为当向他所攻克的城市之一——即所谓的维努西亚——派遣两万名殖民者时,其他人被选为该殖民地的领导者;而攻占该城并提议派遣殖民分地者的人,却显得连这项荣誉都不配获得。
§17_18.5.3εἰ μὲν οὖν σώφρονι λογισμῷ τὰ συμβάντα ἤνεγκε καὶ τὸ χαλεπὸν τοῦ συνεδρίου λόγων τε καὶ ἔργων χρηστῶν θεραπείαις ἐπράυνεν, οὐδεμιᾶς ἂν ἔτι συμφορᾶς εἰς ἀτιμίαν φερούσης ἐπειράθη.
因此,如果他以理智的思考来承受所发生的事,并用温和的言行抚平元老院的怒气,他就不会再遭受任何带来耻辱的灾祸了。
νῦν δʼ ἀγανακτῶν καὶ ἀντιχαλεπαίνων τάς τʼ ὠφελείας ἃς ἔλαβεν ἐκ τῶν πολεμίων ἁπάσας τοῖς στρατιώταις ἐχαρίσατο, καὶ πρὶν ἀποσταλῆναι τὸν διάδοχον τῆς ἀρχῆς ἀπέλυσεν ἀπὸ τῶν σημείων τὰς δυνάμεις, καὶ τελευτῶν ὃν οὔτε ἡ βουλὴ οὔτε ὁ δῆμος συνεχώρησεν αὐτῷ θρίαμβον ἀπὸ τῆς ἑαυτοῦ γνώμης κατήγαγεν.
但现在,他因愤怒而进行报复,不仅将从敌人那里获得的所有战利品都慷慨地赠送给士兵,还在其职务的继承者被派来之前就解散了军队,最后更是凭着自己的主张,举行了元老院和民众都未曾准许他的凯旋式。
§17_18.5.4ἐφʼ οἷς ἅπασιν ἔτι μείζονος ἐξ ἁπάντων μίσους ἐκκαυθέντος ἅμα τῷ παραδοῦναι τὴν ἀρχὴν τοῖς μεθʼ ἑαυτὸν ὑπάτοις εἰς δίκην ὑπάγεται δημοσίαν ὑπὸ δυεῖν δημάρχων.
由于所有这些事,在所有人当中激起了更大的憎恨,在向继任执政官交接权力的同时,他被两名护民官提起公诉。
καὶ κατηγορηθεὶς ἐν τῷ δήμῳ πάσαις ταῖς φυλαῖς κατακρίνεται, τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν πέντε μυριάδας ἀργυρίου.
他在民众面前被控诉,并被所有部落判定有罪,弹劾的罚金为银币五万德拉克马的货币处罚。

词汇与语法注释

  1. 17_18.5.1πλείστας ὅσας — 这是一个由最高级形容词 πλείστας 与关系代词 ὅσας 结合而成的惯用表达,意为“极多的”或“无数的”。它源于 ὅσας πλείστας(意为“尽可能多的”)的结构,后来固定为单一的形容词性表达。
  2. 17_18.5.2οὐχ ὅπως — 这一表达与后文的“ἀλλὰ καί”连用,构成“不仅不……反而甚至……”的惯用句式,表示强烈的否定和对比。在此处的语境中,意为“他不仅没有被元老院认为配得上任何感谢或荣誉,反而连原有的威信也失去了”。
  3. 17_18.5.3εἰ μὲν οὖν σώφρονι λογισμῷ τὰ συμβάντα ἤνεγκε ... οὐδεμιᾶς ἂν ἔτι συμφορᾶς εἰς ἀτιμίαν φερούσης ἐπειράθη — 这是一个针对过去事实的虚拟语气条件句。条件从句(protasis)中的动词 ἤνεγκε 和 ἐπράυνεν,以及主句(apodosis)中的动词 ἂν ... ἐπειράθη 均为直说过去时(不定过去时),表示与过去事实相反的假设(“如果他当时……他就不会……”)。
  4. 17_18.5.4τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν πέντε μυριάδας ἀργυρίου — “τίμημα”(罚金、估价)为主格,在此作为对整个主句动作的一种同位语(句同位语)或独立主格。“τῆς εἰσαγγελίας ἐχούσης”为属格独立结构,表示伴随状况(“在弹劾处以……(罚金)的情况下”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §17_18.5.1-17_18.5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:17_18.5.1-17_18.5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。