§17_18.3.1ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια τῶν καταφυγόντων ἐπʼ αὐτούς·
サムニウム戦争の公にされた、そして誰に対しても語るのに体裁の良い口実となったのは、彼らのもとに逃げ込んできたルカニア人たちへの援助であった。
ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπʼ αὐτὴν βοηθεῖν·
これは、不義を被って自らのもとに逃げ込んでくる者たちを援助することが、ローマ市にとってある種共通の、そして先祖伝来の慣習であるとされたからである。
ἡ δʼ ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα διαλύεσθαι τὴν φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τʼ ἤδη γεγονυῖα καὶ ἔτι πλείων γενήσεσθαι νομιζομένη, εἰ Λευκανῶν τε χειρωθέντων καὶ διʼ αὐτοὺς τῶν προσοίκων ἀκολουθήσειν ἔμελλε τά βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις.
しかし、隠された、そして彼らに友好関係の破棄をより強く迫った原因となったのは、サムニウム人の勢力であった。 それはすでに強大になっており、もしルカニア人が征服され、彼らを通じて近隣の住民たちも征服されるなら、これらに隣接するバルバロイの諸民族も従うことになるであろうから、さらに強大になると思われていた。
αἵ τε δὴ σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ στρατιαὶ δύο κατεγράφοντο.
こうして使節たちの到着後、条約は直ちに破棄され、二つの軍隊が徴募された。