§17_18.1.1ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος.
サムニウム戦争が次のような原因から始まって再び燃え上がったこと。
μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας.
サムニウム人は、ローマ市と結んだ条約の後、短い間だけ留まったものの、古い何らかの敵意から駆り立てられて、隣国であるルカニア人に対して遠征した。
§17_18.1.2κατʼ ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν πόλεμον διέφερον·
当初、ルカニア人は自らの軍事力を頼みとして戦争を持ちこたえていた。
ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμολογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν·
しかし、すべての戦闘において劣勢に立たされ、すでに多くの地域を失っており、残りの全領土についても危険にさらされていたため、彼らはローマ人の援助に救いを求めることを余儀なくされた。 彼らは、以前に彼らと結んだ、その中で友好と軍事同盟を約束した合意を自分たちが違えていたことを自覚してはいたものの、もしすべての都市から最も著名な若者たちを使節たちとともに人質として送るならば、彼らを説得できることを諦めてはいなかった。
ὅπερ καὶ §17_18.1.3συνέβη.
そして、まさにこれが起こったのである。
ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ §17_18.1.4δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπʼ αὐτῆς.
というのも、使節たちが到着して多くの嘆願をしたので、元老院は人質を受け入れてルカニア人との友好関係を結ぶことを決定し、そして民衆は元老院によって議決された事項を承認した。
γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον, δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι παρακαλέσοντες ἀποδιδόναι, καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας.
ルカニア人から派遣された者たちとの間で条約が結ばれると、元老院によって選ばれたローマ人のうち最も年長で最も尊敬される使節たちが、サムニウム人の合同会議へと派遣された。 それは、彼らに対し、ルカニア人はローマ人の友人であり同盟者であることを明示し、また彼らが彼らから奪い取った土地を返還するよう求め、そしてもはや敵対的な行為を何一つ行わないよう勧告するためであった。 なぜなら、ローマ市は、自らへの懇願者たちが彼らの祖国から追い出されるのを黙って見過ごすつもりはないからである。