§15.4.1οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δʼ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας —
ローマの執政官たちは、中間のすべての土地を恐れることなく通り抜けた。 ある者たちは抵抗せず、他の者たちは同行して見送った。 ローマからカンパニアへ至る道路沿いには多くの難所があり、山々や沼地、海や航行可能な河川によって遮られており、もし敵によってあらかじめ占拠されていたならば、通り抜けることは容易ではなかった。
§15.4.2καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος.
また、カプアから三十スタディオン離れ、カシリヌムの領土と都市を流れる、幅が四プレトロンを下回らないヴォルトゥルヌスという名の川をも、彼らは三日間で建設した木造の橋によって渡り、通り過ぎた。 それは、自分たちの側を支持するカンパニア人たちには、最善の道を選択した者として勇気が生じ、反対の側を支持する者たちには恐怖が生じるようにするためであった。
§15.4.3καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν.
そしてカプア市の先、四十スタディオン離れたところまで進むと、高地に陣地を設けて宿営し、そこで留まりながらサムニウム人からの食糧供給と援軍を待ち望んでいた。
οἱ δʼ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δʼ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τʼ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον §15.4.4τοὺς χρόνους.
しかし、彼らは十分すぎるほどの約束を彼らに与えたものの、言及に値するほどの援助は一切せず、すべての都市から軍勢を集めているという口実を設けて、時間を引き延ばしていた。
ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν.
そこで彼らは、そこからの援助を諦め、自分たちの軍勢は時間の経過とともに何ら戦力を増強していないのに対して、敵の軍勢ははるかに増大しつつあるのを見て、実力行使に移ることを決意した。
§15.4.5ἐνθυμούμενοι δʼ ὅτι πολὺ τῆς στρατιᾶς ἐστι τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφʼ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον.
しかし、軍勢の大部分が御しがたく、指揮官たちの命令に従順でないことを考慮し、それは他の多くの試みにおいても示され、最近ではカンパニアでの冬営においても明らかになったが、そこから彼らのうち何人かは極めて無謀な考えに至り、都市を襲撃し、執政官を置き去りにし、祖国に対して武器を取るほどであったため、彼らは、指揮官たちから受ける恐怖を敵から受ける危険よりも恐ろしいものとすることによって、まず彼らをより思慮深いものにしなければならないと考えた。
§15.4.6ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον, καὶ λέγει Μάλλιος· εσξορ.
このように考えて、彼らは民会を召集した。 そして、マッリウスが語る。