Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §15.4.1-15.4.6

执政官进军坎帕尼亚与召集军规大会

第 910 段,共 962 段 · 希腊语

内容简介

罗马执政官越过险阻与河流抵达坎帕尼亚,并在卡普阿附近安营扎寨。鉴于萨姆奈特人虚伪的态度,他们决定付诸行动,并召集大会以整顿曾有叛乱意图的军队纪律。

§15.4.1οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δʼ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας — §15.4.2καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος.
罗马执政官安全地通过了中间的所有土地,一部分居民未作抵抗,另一部分居民则护送他们上路——因为从罗马通往坎帕尼亚的道路上有许多险阻之地,被山峦、沼泽、海洋和可通航的河流所阻断,如果这些地方预先被敌人占领,是不容易通过的—— 他们还渡过了一条名叫沃尔图努斯的河流,该河流经卡西利努姆人的领土和城市,距离卡普阿三十斯塔迪翁,宽度不下于四普勒特拉。 他们通过了在三天内建造的一座木桥渡过该河,并穿行过去,以便使那些支持他们的坎帕尼亚人,因选择了最有利的立场而产生勇气,而使持相反态度的人产生恐惧。
§15.4.3καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν.
他们越过该城,在距离卡普阿四十斯塔迪翁的地方,在一家高地上安营扎寨,设下栅栏,在那里停留并期盼着来自萨姆奈特人的粮食供应和盟军。
οἱ δʼ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δʼ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τʼ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον §15.4.4τοὺς χρόνους.
然而,萨姆奈特人向他们许下了超出所需的诺言,却未提供任何值得一提的援助,他们以从每个城市募集军队为借口,消磨着时间。
ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν.
于是,他们放弃了从那里获得援助的希望,并看到自己的军队并没有随着时间的推移而增加任何力量,而敌人的力量却变得远远多于自己,便决定付诸行动。
§15.4.5ἐνθυμούμενοι δʼ ὅτι πολὺ τῆς στρατιᾶς ἐστι τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφʼ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον.
考虑到军队的大部分难以驾驭且不服从指挥官的命令,这在其他许多尝试中已经显露出来,而最近一次是在坎帕尼亚的冬营中——在那里,他们中的一些人竟陷入了如此疯狂的境地,以至于袭击城市、背弃执政官并拿起武器对抗祖国——他们认为必须首先使这些人变得更加守纪律,即使他们对指挥官的畏惧重于对敌人的危险。
§15.4.6ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον, καὶ λέγει Μάλλιος· εσξορ.
考虑到这一点,他们召集了大会,马里乌斯发言道:

词汇与语法注释

  1. §15.4.1τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — 此为省略代词的独立属格(genitive absolute)结构,用以描述罗马执政官行军时周边居民的附带状况与反应。
  2. §15.4.1προκαταληφθείσας — 与关系代词 ἃς(先行词为 δυσχωρίαι)一致的分词。最适合解释为表示假设或条件(“如果预先被占领”),以配合主句“本不容易通过”(οὐ ῥᾴδιον ἦν)的潜在/非现实语气。
  3. §15.4.5δυσάγωγον — 形容词 δυσάγωγον 及其后的 ἀπειθές 用作谓语,修饰中性单数名词化形容词 πολύ(“大部分”),该词支配属格 τῆς στρατιᾶς。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §15.4.1-15.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:15.4.1-15.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。