§15.3.9Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατʼ εὐχὴν δέξονται τὸ πραχθὲν ἅπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὑτῶν ἀποικίαις κρατεῖσθαι·
ローマ人たちはおそらく、イタリア全体が自分たちの植民市によって支配されることを求めているため、この行われた事柄をまさに願ってもないこととして受け入れるだろう。
εἰ δὲ ἀγανακτεῖν προσποιούμενοι πολεμίους ἡμᾶς κρίναντες οὐ τοσαῦτα δεινὰ διαθήσουσιν, ὅσα πείσονται πρὸς ἡμῶν.
しかし、もし彼らが憤慨するふりをして、我々を敵と判定するとしても、彼らが我々から被るであろうほどの多くの損害を、我々に与えはしないだろう。
χώραν τε γὰρ αὐτῶν δῃώσομεν, ὅσον ἂν ἡμῖν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώσομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτοῖς Οὐολούσκων τε καὶ Τυρρηνῶν καὶ Σαυνιτῶν καὶ τῶν ἔτι ἐνδοιαστῶς ἀκρομωένων Λατίνων στησόμεθα.
なぜなら、我々は彼らの土地を望むだけ荒らし、田野から囚人たちを解放し、奴隷たちを自由の身にし、彼らににとって最も不倶戴天の敵であるウォルスキ人、エトルリア人、サムニウム人、そして未だ去就を決めかねて従属しているラティウム人たちとともに立ち上がるからである。
ἠναγκασμένοις δʼ ἀνθρώποις καὶ τὸν ἔσχατον περὶ ψυχῆς τρέχουσι δρόμον οὔτʼ ἄπορον οὐδὲν οὔτʼ ἀντίπαλον.
追い詰められ、命をかけた最後の走りを走っている人間にとっては、克服できないものも、立ち向かえない敵も何もないのだ。
§15.3.10τοιαῦτα διαλεγόμενοι πρὸς ἀλλήλους ὀλίγοι μὲν τὰ πρῶτα, ἔπειτα πλείους ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι καὶ διʼ ὅρκων ἐδίδοσαν ἀλλήλοις τὸ πιστόν.
互いにこのように語り合い、最初は少数であったが、やがて多くの者が都市を襲撃することを決意し、誓約を交わして互いに確約を与えた。
ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς τοὐμφανὲς ἀγαγοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν ἕτερον τῶν ὑπάτων Μάρκιον, ᾧ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρειληφότα τὰς ἐν τῇ Ῥώμῃ καταγραφείσας δυνάμεις καὶ ὄντα ἐν ὁδῷ.
しかし、彼らの襲撃に先んじて、共謀者の何人かが執政官の片方であるマルキウス(彼にはくじによってサムニウム人に対する戦争が割り当てられており、すでにローマで徴募された軍勢を引き連れて進軍中であった)に対して行った告発が、陰謀を明るみに出した。
ὁ δὲ ὕπατος ἀπροσδοκήτου καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ δείξειν τὸ πρᾶγμα μηδʼ εἰδέναι δοκεῖν, ἀλλὰ δι’ ἀπάτης τινὸς καὶ στρατηγίας κωλῦσαι τὰ συμβησόμενα ταῖς πόλεσιν.
執政官はこの予期せぬ恐ろしい事態を聞くと、それをあらわにせず、知らないふりをして、何らかの欺策と計略によって都市に起ころうとしていることを阻止しようと決意した。
§15.3.11ἀποστείλας δή τινας ἅμα τοῖς μηνυταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸς ἐλθεῖν, προσεσκεύασε λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραχειμασίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπειδὴ βουλομένοις ἐστὶ τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δʼ οἴκοθεν ἀφιγμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευάζεται, καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν.
そこで、自分が到着する前に、密告者たちとともに、あらかじめ含めておいた数人をそれらの都市に送り、冬営中の守備兵たちに対して次のように噂が流れるよう仕組んだ。 すなわち、執政官は、カンパニア人自身が彼らの留まることを望んでいるので、現在それらの都市にある守備兵たちを残すことに決定しており、自らとともに故郷から到着した軍勢をもってサムニウム人と戦う準備をしている、と。 そして全員にそのように思い込ませた。
§15.3.12ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἁπάσης εἰς ἑκάστην παρῄει πόλιν καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἁπάντων τοὺς μετασχόντας τῆς συνωμοσίας.
そして、全軍を率いてカンパニアに到着すると、彼は各都市を巡り、守備兵たちを召集して、彼ら全員の中から陰謀に加担した者たちを選別した。
ἔπειτα φιλανθρώπως ἑκάστοις διαλεγόμενος οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χαριζόμενος τὴν ἄφεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλιάρχῳ παραδοὺς ὡς ἐπὶ χρείας δή τινας στρατιωτικὰς ἀπέλυσεν — οὗτοι δʼ ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας — ἐντειλάμενος τοῖς ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπʼ ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται.
それから、一人一人に親切に語りかけ、ある者たちには除隊の恩恵を与えるかのように軍旗から解放し(除隊させ)、またある者たち(これらは最も邪悪で、除隊されることを望まない者たちであった)は、何か軍務上の必要でもあるかのように副官や軍事護民官に引き渡して送り出した。 その際、彼らを護送する者たちに対しては、ローマへと彼らを連行し、彼らを互いに隔離した上で、彼自身が到着するまで秘密の監視下に置いておくよう命じた。
§15.3.13τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις, ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δʼ ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνωμοσίαν καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες·
しかし、陰謀の首謀者たち全員が、ある者は除隊され、ある者は他の者たちから引き離されてどこかへ送り出されていることを考えた男たちの心に、自分たちの陰謀が露見してしまったのだという考えが浮かび、その後、もし互いに離れ離れになり武器を置くならば、ローマへ連行されて処罰を受けるのではないかという恐怖が生じた。
συνιόντες τε κατʼ ὀλίγους ἐσκόπουν, §15.3.14τί χρὴ πράττειν.
そこで、彼らは少人数で集まり、何をすべきかを検討した。
ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακίναν πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρʼ αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται.
その後、数人が反乱の意見を提案すると、その計略を称賛し、互いに秘密の誓約を交わし、軍から解放された者たちはテッラキナ市の付近、街道のすぐ傍らの適当な場所に陣を敷いた。
§15.3.15ἔπειθʼ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἐστὶ δʼ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον.
次いで、副官や軍事護民官とともに送り出されていた者たちも、指揮官たちを置き去りにし、また自分たちを護送していた兵士たちのうち何人かを説得して反乱に加わらせて、同じ場所に陣取った。
ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν αὐτοῖς ὁσημέραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά·
彼らが一度その通路を占拠すると、毎日多くの者が彼らのもとへ集まり、彼らの周りには強力な勢力が形成された。
ἔπειτα τὰ δεσμωτήρια ἁπάντων, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει. . . εσξορ.
その後、地方のすべての人牢が破られ、合流してきた……。