Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §15.3.1-15.3.8

カンパニア駐屯ローマ軍の堕落と陰謀

908 / 962 箇所 · ギリシア語

要旨

カンパニアに駐屯したローマの守備兵たちが、現地の豊かさに溺れて堕落し、土地を奪い取ろうと陰謀を企てる様子を描く。

§15.3.1ὅτι Κοίντου Σερουιλίου τὸ τρίτον καὶ Γαίου Μαρκίου Ῥουτίλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνεγκεῖν ξενοκτονίας ἢ φόνων ἅψασθαι πολιτικῶν.
クイントゥス・セルウィリウスが3度目、ガイウス・マルキウス・ルティルスが執政官を務めていた時、厳しく予想もしない危機がローマを襲い、もし神的な配慮がそれらを散らさなかったならば、二つの災いのうちのどちらか一方がローマに降りかかったであろう。 すなわち、客人殺しという極めて不名誉な評判を背負うか、あるいは市民同士の殺戮に手を染めるかのいずれかであった。
ἀφʼ ἧς δʼ αἰτίας εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν διʼ ὀλίγων πειράσομαι διελθεῖν.
いかなる原因からローマがこれらの危機に陥ったのか、先行する出来事を少し遡り、簡潔に説明することを試みよう。
§15.3.2ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἀπάγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου ταῖς πόλεσι καταλειπομένου·
前年、全カンパニアのためにサムニウム戦争を引き受け、3度の戦いで敵に対抗する者たちに勝利したローマ市は、もはやそれらの都市には何の危険も残されていないと考えて、すべての軍勢を撤退させたいと望んでいた。
δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν.
しかし、もし外部からの何の援助も得られないならばサムニウム人が自分たちに襲いかかるであろうから、同盟軍を欠いた無防備な状態のまま自分たちを放置しないでほしいとカンパニア人たちが懇願したので、それらの都市を戦争から解放した執政官マルクス・ウァレリウスが、彼ら自身が養うことを望むだけの規模の軍勢を都市に残すことを決定した。
§15.3.3γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν·
この権限を与えられた執政官は、守備の対価として手当と給与を受け取ることを望むすべての人々を都市に配備した。
ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμένως ἀποδιδρασκόντων.
その大半は、家を持たぬ者や、借金まみれの者、そして故郷での貧困と無名さから喜んで逃げ出そうとする者たちであった。
§15.3.4τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις.
彼らをカンパニア人たちは自らの家に迎え入れ、豪華な食卓でもてなし、その他の親切をもって歓待した。
πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστι καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγίειαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὖσαν.
カンパニアに住む人々にとって、贅沢で十分に豪奢な生活は、今もそうであり、当時もそうであり、これからも永遠にそうであろう。 なぜなら、その地は実り豊かで、家畜の群れが多い平野であり、耕作する人々の健康にとっても最良の土地であるからである。
§15.3.5κατʼ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον, ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐδεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρʼ ὀλίγοις.
初めのうちは、守備兵たちは人々の歓待を喜んで受けていたが、その後、溢れる豊かさによって精神を蝕まれ、少しずつ邪悪な考えを抱くようになり、互いに集まって次のように語り合った。 「もしこれほど大きな幸福を後に残して、ローマでの生活へと戻るならば、自分たちは愚かな人間の振る舞いをすることになる。 あそこでは、土地は不毛であり、多くの税があり、戦争と災いからの休息は全くなく、共同の労苦の褒賞は少数の者の手にあるのだから。
§15.3.6οἱ δὲ ἀσθενεῖς τοῖς βίοις καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἀποροῦντες καὶ ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδʼ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων·
」暮らし向きが貧しく、日々の必需品に事欠く者たち、そしてさらに、債権者たちに借金を返済できない者たちは、道義を欠いていても、必要こそが自分たちの利益の十分な助言者であると主張して、たとえすべての法律や政務官たちが極刑を警告するとしても、もはやカンパニア人から現在の幸福を手放すつもりはないと言い、ついには、これほどまでの狂気に至り、次のように言うことさえ敢えてした。
§15.3.7τί δὴ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν;
「もし我々がカンパニア人たちを追い出して、彼らの都市を奪い取るとしても、我々はいったい何の恐ろしいことを行おうというのか。
οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ δικαίου κτησάμενοι τὴν γῆν κατέσχον, ἀλλʼ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτὴν καὶ τοὺς ἄνδρας ἅπαντας διαφθείραντες τάς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον·
なぜなら、彼ら自身も、かつて正義によってこの土地を所有し占有したのではなく、そこに住んでいたエトルリア人たちのもとに客人として迎えられながら、男たちをみな殺害し、彼らの妻たち、財産、都市、そして誰もが手に入れようと争う土地を乗っ取ったのだから。
ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθʼ ἑτέρων.
したがって、彼ら自身が他者に対して不法を始めたのだから、彼らが被るいかなることも、正義に適って被ることになるのだ。
§15.3.8τί δὴ καὶ τὸ κωλῦσον ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τἀγαθά;
我々がこれらの恵みをいつまでも享受することを、いったい何が妨げるというのか。
Σαυνῖται μέν γε καὶ Σιδικῖνοι καὶ Αὔσονες καὶ πάντες οἱ περίοικοι τοσούτου δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφʼ ἡμᾶς γε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστοις ἔχειν.
サムニウム人、シディキニ人、アウソネス人、そして周辺のすべての住民は、カンパニア人を救援するために我々に対して出兵するどころではなく、もし我々が彼ら各自に、自分たちの領地を保持することを許すならば、それで十分に満足だと思うだろう。 」

語釈・文法注

  1. 15.3.1δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν — εἰ μή に導かれる条件節(過去の事実に反する仮定、直説法過去 διεσκέδασε)に対する帰結節。ἄν +直説法過去(συνέπεσεν)により、過去における反実仮想(「〜したであろう」)を表す。
  2. 15.3.2ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν — ὡς +未来分詞属格(独立分詞構文)。主観的な理由や予想を表し、「サムニウム人が彼らに襲いかかるだろうという(カンパニア人たちの)懸念・主張」を示す。
  3. 15.3.3ὅσοις ἦν βουλομένοις — 与格の関係代名詞 ὅσοις に分詞 βουλομένοις が一致し、存在の動詞 ἦν と組み合わさった構文(人+与格+ἐστί +分詞)。「望んでいる者たちにとっては〜であった」を意味し、ここでは関係節内で「〜することを望んでいたすべての者」を表す。
  4. 15.3.8τοσούτου δεήσουσι — 非人称表現 τοσούτου δεῖ(〜には程遠い、〜するどころではない)の未来形。後ろに ὥστε 節を伴い、「彼らが我々に対して出兵することなど到底あり得ず、むしろ〜」という意味を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §15.3.1-15.3.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:15.3.1-15.3.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。