§15.3.1ὅτι Κοίντου Σερουιλίου τὸ τρίτον καὶ Γαίου Μαρκίου Ῥουτίλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνεγκεῖν ξενοκτονίας ἢ φόνων ἅψασθαι πολιτικῶν.
在昆图斯·塞维里乌斯第三次出任执政官、盖乌斯·马尔基乌斯·鲁蒂卢斯为其同僚时,严峻且意料之外的危险席卷了罗马。 若非某种神圣的指引消除了这些危险,罗马势必会落入两种灾难之一:要么背负杀害客人的极不光彩恶名,要么双手染满同胞的鲜血。
ἀφʼ ἧς δʼ αἰτίας εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν διʼ ὀλίγων πειράσομαι διελθεῖν.
至于罗马因何原因陷入这些危险,我将稍微追溯前事,试着简明扼要地予以阐述。
§15.3.2ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἀπάγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου ταῖς πόλεσι καταλειπομένου·
在前一年,罗马城邦为了整个坎帕尼亚而承担了萨姆奈特战争,并在三场战役中击败了对手。 他们原本希望撤回所有军队,认为这些城市不再面临任何危险。
δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν.
然而,由于坎帕尼亚人哀求不要让他们失去同盟而孤立无援,因为他们担心一旦失去外来援助,萨姆奈特人便会袭击他们,于是罗马决定,让将这些城市从战争中解放出来的执政官马尔库斯·瓦莱里乌斯在城市中留下坎帕尼亚人自愿供养的任意规模的军队。
§15.3.3γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν·
执政官获得了这项授权后,便将所有乐于因担任守备而获得口粮和军饷的人部署在各城市中。
ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμένως ἀποδιδρασκόντων.
这群人中,大部分是无家可归、债台高筑之徒,他们乐于逃避家乡的贫困与默默无闻。
§15.3.4τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις.
坎帕尼亚人将这些人接进自己家中,以丰盛的宴席款待他们,并用其他各种热情好客的举动招待他们。
πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστι καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγίειαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὖσαν.
对于居住在坎帕尼亚的人来说,奢侈且极尽舒适的生活无论是过去、现在还是将来,都将永远如此,因为那里是一片作物丰饶、牧草繁茂的平原,对从事耕作之人的健康而言也是绝佳之地。
§15.3.5κατʼ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον, ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐδεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρʼ ὀλίγοις.
起初,守备兵们怀着感激接受了人们的款待。 然而随后,他们的心灵因饱享安逸而腐化,渐渐产生邪恶的图谋。 他们聚集在一起,互相说道:“如果我们留下如此巨大的幸福,返回罗马过那里的生活,那么我们的所作所为将如同愚人一般。 因为在那里,土地贫瘠,捐税沉重,战争与灾难永无休止,而共同辛劳的奖赏却掌握在少数人手中。
§15.3.6οἱ δὲ ἀσθενεῖς τοῖς βίοις καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἀποροῦντες καὶ ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδʼ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων· §15.3.7τί δὴ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν;
” 那些生计穷困、缺乏每日必需品的人,尤其是那些无力向债权人偿还债务的人,声称迫切的需要就是对自身利益最充分的顾问,而无需顾及道义。 他们说,即使所有的法律和长官都以极刑威胁他们,他们也绝不会将眼前的幸福拱手让给坎帕尼亚人。 最终,他们陷入了如此疯狂的境地,以至于竟然斗胆说道: “如果我们驱逐了坎帕尼亚人,占领了他们的城市,我们到底算做了什么可怕的事?
οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ δικαίου κτησάμενοι τὴν γῆν κατέσχον, ἀλλʼ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτὴν καὶ τοὺς ἄνδρας ἅπαντας διαφθείραντες τάς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον·
因为他们自己以前也不是通过正义的手段获得并占有这片土地的,而是在被居住于此的伊特鲁里亚人接纳为客之后,杀害了所有的男子,夺取了他们的妻子、财产、城市以及这片人人争夺的土地。
ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθʼ ἑτέρων.
因此,他们自己既然先对他人施加了不法行为,那么他们自己遭受任何境遇,都算得上是咎由自取。
§15.3.8τί δὴ καὶ τὸ κωλῦσον ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τἀγαθά;
又有什么能够阻止我们永远享用这些恩赐呢?
Σαυνῖται μέν γε καὶ Σιδικῖνοι καὶ Αὔσονες καὶ πάντες οἱ περίοικοι τοσούτου δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφʼ ἡμᾶς γε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστοις ἔχειν.
萨姆奈特人、西迪西尼人、奥索内斯人以及所有的邻近居民,根本不可能为了替坎帕尼亚人报仇而出兵讨伐我们,相反,只要我们允许他们各自保留自己的领地,他们就会觉得心满意足了。 ”