§15.10.1ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσι, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα τὰ τῶν Ῥωμαίων ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν ἄρχειν πολέμου, Ῥωμαῖοι δʼ ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι.
集会が解散し、双方が語られたことをそれぞれの自国に報告したとき、両者は互いについて相反する予想を抱いた。 すなわちサムニウム人は、ローマ人が戦争を始めようとするときにそうする習慣があるように、ローマ人側の行動は遅々としたものになるだろうと考えていたが、他方ローマ人は、サムニウム人の軍勢が間もなく自分たちの入植者であるフレゲッラエ人のもとへ押し寄せるだろうと考えていた。
ἔπειτʼ αὐτοῖς τὰ εἰκότα παθεῖν συνέβη.
その結果、彼らには当然受けるべき結末が起こることとなった。
§15.10.2οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλλοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων, Ῥωμαῖοι δʼ ἐν ἑτοίμῳ πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους·
というのも、一方(サムニウム人)は準備をしつつも躊躇しているうちに、行動の好機を失ってしまったが、他方ローマ人はすべての準備をただちに整えていたため、回答を知るやいなや戦争を決議し、二人の執政官をともに派遣したからである。
καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ καταγραφεῖσα καὶ ἡ περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων.
そして、敵がその出陣に気づく前に、新たに徴募された軍勢と、コルネリウスが率いてウォルスキ人の地で冬営していた軍勢が、すでにサムニウムの国境の内側に侵入していた。