Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §14.9.1-14.9.6

卡米卢斯对将士的战前演说与布阵

第 901 段,共 962 段 · 希腊语

内容简介

独裁官卡米卢斯通过指出罗马人优越的武器和有利的地形来鼓励士兵战斗,敦促他们不要被蛮族的虚张声势所迷惑,并命令他们列队做好准备。

§14.9.1ταῦτα μαθὼν ὁ τῶν Ῥωμαίων δικτάτωρ Κάμιλλος, συγκαλέσας τοὺς ἀμφʼ αὑτὸν ἐδημηγόρησε πολλὰ παρορμῶντα εἰς τόλμαν, ἐν οἷς καὶ τάδε· §14.9.2ὅπλα κρείττονα τῶν βαρβαρικῶν ἡμῖν μεμηχάνηται, θώρακες καὶ κράνη καὶ κνημῖδες καὶ κραταιοὶ θυρεοί, ὑφʼ ὧν ὅλα τὰ σώματα ἔχομεν ἐν φυλακῇ, ξίφη τε ἀμφίστομα καὶ ἀντὶ λόγχης ὑσσός, ἄφυκτον βέλος·
罗马独裁官卡米卢斯得知此事后,召集了身边的人,发表了演说,极力激励他们拿出勇气,其中也有这样的话: “我们已经准备了优于蛮族的武器:胸甲、头盔、护胫和坚固的盾牌,通过这些我们将整个身体置于保护之中;还有双刃剑,以及代替长枪的标枪,一种无法避开的投射武器。
τὰ μὲν σκεπαστήρια, οἷα μὴ ῥαδίως ταῖς πληγαῖς εἴκειν, τὰ δʼ ἀμυντήρια, ὡς διὰ πάσης φέρεσθαι προβολῆς.
防守兵器不易因击打而屈服,而进攻兵器则能穿透一切防御。
τῶν δὲ γυμναὶ μὲν αἱ κεφαλαί, γυμνὰ δὲ τὰ στέρνα καὶ αἱ λαγόνες, γυμνοὶ δὲ μηροὶ καὶ σκέλη μέχρι ποδῶν, ἔρυμά τε οὐδὲν ἕτερον, ὅ τι μὴ θυρεοί· ἀμυντήρια δὲ §14.9.3λόγχαι καὶ μάχαιραι κοπίδες ὑπερμήκεις.
然而,他们的头部是光着的,胸部和肋部是光着的,大腿和直到脚底的双腿也都是光着的,除了盾牌之外没有其他任何防御;而他们的进攻兵器则是长枪和极长的弯刀。
τό τε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖς ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανές, ἐκείνοις δὲ πολέμιον τοῖς ἐκ τοῦ χθαμαλοῦ πρὸς τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοις.
此外,我们将要战斗的场地,对于从高处向下行进到斜坡的我们是有利的,而对于被迫从低处向高处前进的他们则是敌对的。
φοβείσθω δὲ μηδεὶς ὑμῶν μήτε τὸ πλῆθος τῶν πολεμίων μήτε τὸ μέγεθος, μηδʼ εἰς ταῦτά τις πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότερος πρὸς τὸν ἀγῶνα ἔστω, ἀλλʼ ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθές·
你们中任何人都不必害怕敌人的数量和他们的体形,也不要有人因看到这些而认为他们占了优势,从而在战斗前丧失斗志。
ἔπειθʼ ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοις ἡ φύσις αὐτὴ θάρσος τέ τι πρὸς τοὺς κινδύνους παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδες ὥσπερ τοῖς θεοφορήτοις παρέχει, τοῖς δʼ ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι.
相反,首先要想到,一支懂得自己该做什么的较小军队,比一支庞大而无知的军队更好;其次,对于那些为了自己的财产而战斗的人,自然本身就会赋予他们面对危险的某种勇气,并像对神灵附体的人一样提供狂热的精神,而对于那些渴望掠夺他人财产的人,他们在面对恐惧时的勇气往往会变得较为软弱。
§14.9.4ἀλλὰ μὴν οὐδʼ οἷς δεδίττονται τοὺς πολεμίους καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐκδειματοῦσιν, ὀρρωδητέα ἡμῖν ἐστιν, ὥσπερ ἀπείροις πολέμου.
此外,即使是那些他们用以威吓敌人、在交手前使敌人惊恐的手段,我们也不应像没有战争经验的人那样感到畏惧。
τί γὰρ ἂν δυνήσονται δεινὸν ἐργάσασθαι τοὺς ὁμόσε χωροῦντας αἱ βαθεῖαι κόμαι καὶ τὸ ἐν τοῖς ὄμμασιν αὐτῶν πικρὸν καὶ ὁ βλοσυρὸς τῆς ὄψεως χαρακτὴρ αἵ τε δὴ πλημμελεῖς αὗται σκιρτήσεις καὶ τὰ διὰ κενῆς ἀνασείσματα τῶν ὅπλων καὶ οἱ πολλοὶ τῶν θυρεῶν κτύποι, καὶ ὅσα ἄλλα ὑπὸ βαρβάρου καὶ ἄφρονος ἀλαζονείας κατά τε μορφὰς καὶ φωνὰς ἐν ἀπειλαῖς πολεμίων σπαθᾶται, τίνα παρέχειν πέφυκε τοῖς ἀνοήτως ἐπιοῦσι πλεονεξίαν ἢ τοῖς μετὰ
因为,那些浓密的头发、他们眼中的凶光、面容的凶狠,以及那些杂乱无章的跳跃、虚张声势地挥舞武器、盾牌的连声敲击,以及其他所有由蛮族和愚蠢的自夸在形貌和声音上为威胁敌人而耍弄的花招,对于那些迎头痛击他们的人,究竟能造成什么可怕的伤害?
§14.9.5λογισμοῦ παρὰ τὰ δεινὰ ἑστῶσι φόβον;
它们天然能给那些愚蠢进攻的人带来什么优势,或者能给那些保持理智面对危险的人带来什么恐惧?
ταῦτα δὴ διανοηθέντες, ὅσοι τε ὑμῶν ἐν τῷ κατὰ Κελτῶν προτέρῳ πολέμῳ παρεγένεσθε καὶ ὅσοι διὰ νεότητα ἀπελείφθητε αὐτοῦ, οἱ μὲν ἵνα τὴν τότε ἀρετὴν μὴ καταισχύνητε τῇ νῦν δειλίᾳ, οἱ δʼ ἵνα μηδὲν ἐνδεέστεροι γένησθε τῶν πρεσβυτέρων ἐν ἐπιδείξει καλῶν ἔργων, ἴτε, ὦ γενναῖοι παῖδες ἀγαθῶν ζηλωταὶ πατέρων, ἴτε ἀκαταπλήκτως ἐπʼ αὐτοὺς θεούς τε ἀρωγοὺς ἔχοντες, οἳ παρέξουσιν ὑμῖν ἐξουσίαν, οἵας ἐβούλεσθε παρὰ τῶν ἐχθίστων ἀναπράξασθαι δίκας, καὶ στρατηγὸν ἐμέ, ᾧ πολλὴν μὲν εὐβουλίαν μαρτυρεῖτε, πολλὴν δʼ εὐποτμίαν· §14.9.6μακάριον μὲν ἕξοντες τὸν ἀπὸ τοῦδε χρόνον, οἷς ἂν ἐγγένηται τὸν ἐπιφανέστατον τῇ πατρίδι στέφανον καταγαγεῖν, καλὴν δὲ καὶ ἀθάνατον εὐκλείαν καταλείψοντες ἀντὶ τοῦ θνητοῦ σώματος νηπίοις παισὶ καὶ γηραιοῖς γονεῦσιν, οἱ ταύτην ἐκπληρώσοντες τὴν τοῦ βίου τελευτήν.
因此,心中想好这些,你们中那些曾参与先前对凯尔特人战争的人,以及那些因年轻而未参战的人,前者不要用现在的懦弱来羞辱当时的光荣,后者在展现高尚行为时绝不要逊色于长辈,前进吧,高贵的孩子们,优秀父亲的效仿者们,毫无畏惧地向他们发起冲锋,有神灵作为你们的帮手,他们会给你们提供机会向最可憎的敌人施加你们所期望的惩罚,也有我作为你们的将军,你们见证了我的多谋与多运;你们将从此拥有幸福的时光——你们中那些能够为祖国带回最显赫桂冠的人——你们将留下美丽而永恒的荣耀,以此代替你们那凡俗的身体,留给你们幼小的孩子和年迈的双亲,你们将如此圆满地结束这一生的终点。
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· κινεῖται γὰρ ἤδη τὸ βάρβαρον στράτευμα χωροῦν ἐφʼ ἡμᾶς.
我不知道还需要多说什么;因为蛮族的军队已经开始行动,正向我们进军。
ἀλλʼ ἄπιτε καὶ καθίστασθε εἰς τάξιν.
去吧,列队整队。 ”

词汇与语法注释

  1. 14.9.2οἷα μὴ ῥαδίως — 关系形容词 οἷος 后接不定式 εἴκειν 表示事物的性质或能力(“具有……样性质的”)。它与下一句中的 ὡς + 不定式 φέρεσθαι 形成对比,修辞性地说明了防御和进攻武器的不同特征。
  2. 14.9.4οἷς δεδίττονται — 关系代名词 οἷς 的先行词(指示代名词 τούτοις)被省略,使得整个关系从句 οἷς δεδίττονται τοὺς πολεμίους 充当动形容词 ὀρρωδητέα(源自 ὀρρωδέω“害怕”的动形容词的中性复数形式)的主语。ἡμῖν 是与动形容词连用的施事者与格。
  3. 14.9.6οἱ ταύτην ἐκπληρώσοντες — 带有冠词的将来时分词 οἱ ... ἐκπληρώσοντες(主格复数)并非与紧邻的“幼小的孩子和年迈的双亲”(均为与格)同格,而是与整个句子的主语“你们”(士兵们,即 ἴτε、ἕξοντες 和 καταλείψοντες 的主语)同格。其意思是“(在战斗中)将要圆满结束这一生终点的你们”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §14.9.1-14.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:14.9.1-14.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。