§13.4.1ἐν δὲ τῇ ἀρχῇ τῶν μετὰ τὸν Κάμιλλον ὑπάτων νόσος εἰς Ῥώμην κατέσκηψε λοιμικὴ τὴν ἀρχὴν ἀπό τε ἀνομβρίας καὶ αὐχμῶν λαβοῦσα ἰσχυρῶν, ὑφʼ ὧν κακωθεῖσα ἥ τε δενδρῖτις καὶ ἡ σιτοφόρος ὀλίγους μὲν ἀνθρώποις καρποὺς ἐξήνεγκε καὶ νοσερούς, §13.4.2ὀλίγην δὲ καὶ πονηρὰν βοσκήμασι νομήν.
カミッルスの後の執政官たちの任期の初めに、雨不足と激しい干ばつに端を発した疫病がローマを襲った。 それらによって被害を受けた、樹木が生い茂る地も穀物を実らせる地も、人々のために、わずかで不健康な実りしか結ばず、家畜のためにはわずかで質の悪い牧草しか実らせなかった。
προβάτων μὲν οὖν καὶ τῶν ἄλλων ὑποζυγίων ἀναρίθμητόν τι διεφθάρη πλῆθος οὐ χιλοῦ σπανισάμενον μόνον, ἀλλὰ καὶ ποτοῦ·
したがって、羊やその他の役獣の数知れない群れが、飼料だけでなく飲み水をも欠いたために死に絶えた。
τοσαύτη γὰρ τῶν τε ποταμίων καὶ τῶν ἄλλων ναμάτων ἐπίλειψις ἐγένετο, ἡνίκα μάλιστα κάμνει πάντα δίψει τὰ βοτά.
川の水やその他の泉の枯渇が非常に激しく起こったからであり、それはすべての家畜が渇きで最も苦しむ時期のことであった。
§13.4.3ἄνθρωποι δὲ ὀλίγοι μὲν τινες διεφθάρησαν, ἃς οὔπω πρότερον ἐπείρασαν προσενεγκάμενοι τροφάς, οἱ δὲ λοιποὶ μικροῦ πάντες εἰς νόσους δεινὰς κατέπεσον ἀρχομένας μὲν ἀπὸ μικρῶν ἐξανθημάτων, ἃ περὶ τοὺς ἔξωθεν χρῶτας ἀνίστατο, κατασκηπτούσας δʼ εἰς ἕλκη μεγάλα φαγεδαίναις ὅμοια, πονηρὰν μὲν ὄψιν, δεινὴν δὲ ἀλγηδόνα παρέχοντα.
人々のうち、これまで一度も摂取したことのなかった食物を口にしたために、ある少数の者たちは命を落としたが、残りの人々はほぼ全員が、恐ろしい病に倒れた。 その病は、外側の皮膚の周りに生じる小さな発疹から始まり、悪性腫瘍に似た大きな潰瘍へと悪化し、見るも無惨な外観と激しい苦痛をもたらした。
§13.4.4ἦν τε οὐθὲν ἴαμα τῆς περιωδυνίας τοῖς κάμνουσιν, ὅ τι μὴ κνησμοὶ καὶ σπαραγμοὶ συνεχεῖς λωβώμενοι τοῖς χρωσὶ μέχρι γυμνώσεως ὀστέων.
そして、骨が露出するまで皮膚を損なう絶え間ない痒みと掻きむしりを除いては、患者たちにとってその激痛に対する治療法は何もなかった。