§13.3.1ὁ αὐτὸς Κάμιλλος ἐπὶ τὴν Οὐιεντανῶν πόλιν στρατεύων ηὔξατο τῇ βασιλείᾳ Ἥρᾳ τῇ ἐν Οὐιεντανοῖς, ἐὰν κρατήσῃ τῆς πόλεως τό τε ξόανον αὐτῆς ἐν Ῥώμῃ καθιδρύσειν καὶ σεβασμοὺς αὐτῇ §13.3.2καταστήσεσθαι πολυτελεῖς.
同じカミッルスは、ウェイイ人の都市に対して遠征する際、もしその都市を征服したならば、彼女の木像をローマに安置し、彼女のために豪華な崇拝儀礼を設けることを、ウェイイにいる女王ヘラに誓願した。
ἁλούσης δὲ τῆς πόλεως ἀπέστειλε τῶν ἱππέων τοὺς ἐπιφανεστάτους ἀρουμένους ἐκ τῶν βάθρων τὸ ἕδος·
都市が攻略されると、彼は神像を台座から運び出すために、騎士たちの中から最も顕著な者たちを送り出した。
ὡς δὲ παρῆλθον οἱ πεμφθέντες εἰς τὸν νεών, καί τις ἐξ αὐτῶν εἴτε μετὰ παιδιᾶς καὶ γέλωτος εἴτε οἰωνοῦ δεόμενος, εἰ βούλοιτο μετελθεῖν εἰς Ῥώμην ἡ θεός, ἤρετο, φωνῇ γεγωνῷ τὸ ξόανον ἐφθέγξατο, ὅτι βούλεται.
送られた者たちが神殿に入り、彼らのうちのある者が、冗談と笑い交じりに、あるいは吉兆を求めて、女神がローマに移ることを望むかどうかと尋ねると、木像はよく通る声で、望むと答えた。
τοῦτο καὶ δὶς γέγονεν·
これは二度も起こった。
ἀπιστοῦντες γὰρ οἱ νεανίσκοι, εἰ τὸ ξόανον ἦν τὸ φθεγξάμενον, πάλιν ἤροντο τὸ αὐτὸ καὶ τὴν αὐτὴν φωνὴν ἤκουσαν.
なぜなら、若者たちは声を出したのが本当に木像であったのか信じられず、再び同じことを尋ねて、同じ声を聞いたからである。