§13.12.1ἀποσταλέντων δὲ πρεσβευτῶν ἐκ Ῥώμης ἐπὶ Κελτούς, ἐπεὶ ἤκουσεν εἷς τῶν πρεσβευόντων, Κόιντος Φάβιος, τοὺς βαρβάρους ἐπὶ προνομὴν ἐξεληλυθέναι, συνάπτει πόλεμον αὐτοῖς καὶ τὸν τῶν Κελτῶν ἡγεμόνα ἀναιρεῖ·
ローマからケルト人のもとへ使節団が派遣されたが、使節の一人であるクイントゥス・ファビウスは、バルバロイが略奪のために出撃したと聞くと、彼らと戦端を開き、ケルト人の指導者を討ち取った。
ἀποστείλαντες δὲ εἰς Ῥώμην οἱ βάρβαροι ἠξίουν παραδιδόναι σφίσι τὸν ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκδότους, ποινὰς ὑφέξοντας τῶν §13.12.2ἀπολωλότων.
バルバロイはローマに使節を送り、死者たちの罰を受けさせるために、その男と彼の兄弟を自分たちに引き渡すように求めた。
παρελκούσης δὲ τῆς βουλῆς τὰς ἀποκρίσεις ἐπὶ τὴν Ῥώμην τὸν πόλεμον ἀναγκαίως οἱ Κελτοὶ μετήγαγον.
元老院が回答を引き延ばしたため、ケルト人たちは必然的に戦争の矛先をローマへと向けた。
οἱ δὲ Ῥωμαῖοι ἀκούσαντες ἐξῄεσαν ἐκ τῆς πόλεως ἄγοντες ἐκ μὲν τῶν ἐπιλέκτων τε καὶ κατηθλημένων ἐν τοῖς πολέμοις στρατιωτῶν τέτταρα τάγματα ἐντελῆ·
ローマ人たちはこれを聞いて、一方では精鋭で戦争の経験を積んだ兵士たちからなる四つの完全な軍団を、他方ではその他の市民の中から、家に引きこもりがちで平時に慣れ、戦争にあまり携わったことのない者たちを率いて、市外へと出陣した。
ἐκ δὲ τῶν ἄλλων πολιτῶν τοὺς κατοικιδίους τε καὶ σχολαίους καὶ ἧττον ὡμιληκότας πολέμοις πλείους ὄντας ἀριθμῷ τῶν ἑτέρων.
彼らは数において前者よりも多かった。
τούτους δὴ τρεψάμενοι οἱ Κελτοὶ καὶ σύμπασαν τὴν Ῥώμην ἄνευ τοῦ Καπιτωλίου παρεστήσαντο.
ケルト人たちはこれらの軍勢を敗走させ、カピトリウムを除くローマの全土を降伏させた。