§13.12.1ἀποσταλέντων δὲ πρεσβευτῶν ἐκ Ῥώμης ἐπὶ Κελτούς, ἐπεὶ ἤκουσεν εἷς τῶν πρεσβευόντων, Κόιντος Φάβιος, τοὺς βαρβάρους ἐπὶ προνομὴν ἐξεληλυθέναι, συνάπτει πόλεμον αὐτοῖς καὶ τὸν τῶν Κελτῶν ἡγεμόνα ἀναιρεῖ·
当使节从罗马被派往凯尔特人那里时,使节之一昆图斯·法比乌斯听说蛮族已经出动去掠夺,便与他们交战,并杀死了凯尔特人的领袖。
ἀποστείλαντες δὲ εἰς Ῥώμην οἱ βάρβαροι ἠξίουν παραδιδόναι σφίσι τὸν ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκδότους, ποινὰς ὑφέξοντας τῶν §13.12.2ἀπολωλότων.
蛮族派人去罗马,要求将那个人和他的兄弟交出来,作为被引渡的人,以便为那些死去的人承担惩罚。
παρελκούσης δὲ τῆς βουλῆς τὰς ἀποκρίσεις ἐπὶ τὴν Ῥώμην τὸν πόλεμον ἀναγκαίως οἱ Κελτοὶ μετήγαγον.
随着元老院拖延答复,凯尔特人不得不将战争转向罗马。
οἱ δὲ Ῥωμαῖοι ἀκούσαντες ἐξῄεσαν ἐκ τῆς πόλεως ἄγοντες ἐκ μὲν τῶν ἐπιλέκτων τε καὶ κατηθλημένων ἐν τοῖς πολέμοις στρατιωτῶν τέτταρα τάγματα ἐντελῆ· ἐκ δὲ τῶν ἄλλων πολιτῶν τοὺς κατοικιδίους τε καὶ σχολαίους καὶ ἧττον ὡμιληκότας πολέμοις πλείους ὄντας ἀριθμῷ τῶν ἑτέρων.
罗马人听说后,便从城里出发,一方面率领了四个由精锐且在战争中训练有素的士兵组成的完整军团;另一方面,从其他市民中率领了那些居家、闲散且较少接触战争的人,这些人在人数上多于前者。
τούτους δὴ τρεψάμενοι οἱ Κελτοὶ καὶ σύμπασαν τὴν Ῥώμην ἄνευ τοῦ Καπιτωλίου παρεστήσαντο.
凯尔特人击败了这些人,并征服了除卡皮托林之外的整个罗马。