§12.9.1ἑορτὰς ἦγον οἱ Ῥωμαῖοι τὰς καλουμένας τῇ ἐπιχωρίῳ γλώττῃ στρωμνὰς ὑπὸ τῶν Σιβυλλείων κελευσθέντες χρησμῶν.
ローマ人たちは、シビュラの神託によって命じられて、自国の言葉でストロームナイと呼ばれる祭りを執り行った。
νόσος γάρ τις λοιμώδης γενομένη θεόπεμπτός τε καὶ ὑπὸ τέχνης ἀνθρωπίνης ἀνίατος εἰς ζήτησιν αὐτοὺς ἤγαγε τῶν χρησμῶν.
というのも、神から送られ人間の技術では治癒し得ないある伝染病が発生したため、それが彼らを神託の探求へと駆り立てたからである。
§12.9.2ἐκόσμησάν τε στρωμνὰς τρεῖς, ὡς ἐκέλευον οἱ χρησμοί, μίαν μὲν Ἀπόλλωνι καὶ Λητοῖ, ἑτέραν δὲ Ἡρακλεῖ καὶ Ἀρτέμιδι, τρίτην δὲ Ἑρμῇ καὶ Ποσειδῶνι·
そして彼らは、神託が命じたとおりに3つの寝台を飾り、1つはアポロンとレトに、もう1つはヘラクレスとアルテミスに、3つ目はヘルメスとポセイドンに捧げた。
καὶ διετέλουν ἐφʼ ἡμέρας ἑπτὰ δημοσίᾳ τε καταθύοντες καὶ ἰδίᾳ κατʼ οἰκείαν δύναμιν ἅπαντες τοῖς θεοῖς ἀπαρχόμενοι, ἑστιάσεις τε λαμπροτάτας ἐπιτελοῦντες καὶ §12.9.3ξένων τοὺς παρεπιδημοῦντας ὑποδεχόμενοι.
そして7日間にわたり、公に犠牲を捧げ、また私的にも各々の資力に応じて全員が神々に初穂を捧げ、きわめて盛大な宴会を催し、滞在中の一時滞在者たちを歓待し続けた。
Πείσων δὲ ὁ τιμητικὸς ἐν ταῖς ἐνιαυσίοις ἀναγραφαῖς καὶ ταῦτʼ ἔτι προστίθησιν·
また、監察官ピソは、その年代記において、さらに次のことも付け加えている。
ὅτι λελυμένων μὲν τῶν θεραπόντων ὅσους πρότερον ἐν τοῖς δεσμοῖς εἶχον οἱ δεσπόται, πληθυούσης ὄχλου ξενικοῦ τῆς πόλεως, ἀναπεπταμένων τῶν οἰκιῶν διὰ ἡμέρας τε καὶ νυκτός, καὶ δίχα κωλύσεως εἰσιόντων εἰς αὐτὰς τῶν βουλομένων, οὔτε χρῆμα οὐδὲν ἀπολωλεκέναι τις ᾐτιάσατο οὔτε ἠδικῆσθαί τινα ὑπʼ οὐδενός, καίτοι πολλὰ φέρειν εἰωθότων πλημμελῆ καὶ παράνομα τῶν ἑορταίων καιρῶν διὰ τὰς μέθας.
すなわち、主人たちが以前に縛り付けておいたすべての奴隷たちが解放され、市中が外国人の群衆で満ち溢れ、昼も夜も家々が開放されて、望む者が誰でも妨げられることなくそれらの家に入っていったにもかかわらず、誰も何か財産を失ったと訴えることはなく、誰一人として誰からも不当な扱いを受けたと訴えなかった。 祭りの時期は泥酔のせいで多くの過ちや不法行為をもたらすのが常であるにもかかわらず。