§12.8.1ἐν Ῥώμῃ χειμῶνος γενομένου βιαίου, ἔνθα ἡ ἐλαχίστη χιὼν κατενίφθη, οὐκ ἐλάττων ἦν ἑπτὰ ποδῶν τὸ βάθος.
ローマにおいて激しい冬が生じたとき、そこでは、最も積雪が少なかった場所でさえ、その深さは7フィートを下回らなかった。
καὶ συνέπεσεν ἀνθρώπους τε ὑπὸ τοῦ νιφετοῦ διαφθαρῆναί τινας καὶ πρόβατα πολλὰ καὶ τῶν ἄλλων κτηνῶν καὶ ὑποζυγίων μοῖραν οὐκ ὀλίγην, τὰ μὲν ὑπὸ τοῦ κρυμοῦ σφακελίσαντα, §12.8.2τὰ δὲ νομῆς τῆς συνήθους ἀπορίᾳ.
そして、大雪によって、ある人々が命を落とし、また多くの羊や、その他の家畜および荷獣の少なからぬ部分が、あるものは寒さのために凍死し、あるものは通常の牧草の不足のために死ぬということが起こった。
δένδρων τε καρποφόρων, ὅσα μὴ πέφυκεν ὑπερβολὰς νιφετῶν ὑπομένειν, τὰ μὲν εἰς τέλος ἐξηράνθη, τὰ δὲ ἐπικαέντα τοὺς βλαστοὺς ἄκαρπα ἐπὶ πολλοὺς χρόνους ἐγένετο.
また、果樹のうち、大雪の過酷さに耐える性質を持たないものは、あるものは完全に枯れ、他のものは新芽を霜で枯らされて、長年にわたり実を結ばなくなった。
συνεχύθησάν τε καὶ τῶν οἰκιῶν συχναὶ καί τινες καὶ περιετράπησαν, μάλιστα δὲ ὅσαι ἐκ τῶν λίθων κατὰ §12.8.3τὴν διάλυσίν τε καὶ ἀπότηξιν τῆς χιόνος.
また、多くの家が崩壊し、中には倒壊したものもあったが、特に雪の融解と消失の際に、石造りの家々の多くがそうなった。
τοῦτο τὸ πάθος οὔτε πρότερόν ποτε γενόμενον ἐν ἱστορίας γραφῇ περὶ ταῦτα τὰ χωρία παρειλήφαμεν οὔθʼ ὕστερον ἕως τοῦ καθʼ ἡμᾶς χρόνου, μετρίῳ γέ τινι βορειότερα τοῦ μέσου, κατὰ τὸν ὑπὲρ Ἀθηνῶν γραφόμενον δι’ Ἑλλησπόντου παράλληλον.
私たちは、歴史の記録において、これらの地域でこのような災害が以前に起こったということも、また私たちの時代に至るまでその後に起こったということも、聞いたことがない。 この地域は、平均よりいくらか北に位置し、アテナイの北を通りヘレスポントスを貫く平行線に沿っている。
τότε δὲ πρῶτον καὶ μόνον ἐξέβη τῆς εἰωθυίας κράσεως ἡ τοῦ περιέχοντος τήνδε τὴν γῆν φύσις.
しかしこの時、初めてかつ唯一、この地を取り巻く大気の性質が、通常の調和から逸脱したのである。