§12.9.1ἑορτὰς ἦγον οἱ Ῥωμαῖοι τὰς καλουμένας τῇ ἐπιχωρίῳ γλώττῃ στρωμνὰς ὑπὸ τῶν Σιβυλλείων κελευσθέντες χρησμῶν.
罗马人根据西比拉神谕的命令,举行了在他们本国语言中被称为斯特罗姆奈的节日。
νόσος γάρ τις λοιμώδης γενομένη θεόπεμπτός τε καὶ ὑπὸ τέχνης ἀνθρωπίνης ἀνίατος εἰς ζήτησιν αὐτοὺς ἤγαγε τῶν χρησμῶν.
因为发生了一种神降的、用人类技术无法治愈的传染病,促使他们去探求神谕。
§12.9.2ἐκόσμησάν τε στρωμνὰς τρεῖς, ὡς ἐκέλευον οἱ χρησμοί, μίαν μὲν Ἀπόλλωνι καὶ Λητοῖ, ἑτέραν δὲ Ἡρακλεῖ καὶ Ἀρτέμιδι, τρίτην δὲ Ἑρμῇ καὶ Ποσειδῶνι·
他们按照神谕的指示装饰了三张神座:一张献给阿波罗和勒托,另一张献给赫拉克勒斯和阿耳忒弥斯,第三张献给赫耳墨斯和波塞冬。
καὶ διετέλουν ἐφʼ ἡμέρας ἑπτὰ δημοσίᾳ τε καταθύοντες καὶ ἰδίᾳ κατʼ οἰκείαν δύναμιν ἅπαντες τοῖς θεοῖς ἀπαρχόμενοι, ἑστιάσεις τε λαμπροτάτας ἐπιτελοῦντες καὶ §12.9.3ξένων τοὺς παρεπιδημοῦντας ὑποδεχόμενοι.
他们一连七天在公共场合举行祭祀,并且所有人也都私下里根据自己的能力向神献上初熟之物,举办极其盛大的宴会,并款待那些旅居在此的异乡人。
Πείσων δὲ ὁ τιμητικὸς ἐν ταῖς ἐνιαυσίοις ἀναγραφαῖς καὶ ταῦτʼ ἔτι προστίθησιν· ὅτι λελυμένων μὲν τῶν θεραπόντων ὅσους πρότερον ἐν τοῖς δεσμοῖς εἶχον οἱ δεσπόται, πληθυούσης ὄχλου ξενικοῦ τῆς πόλεως, ἀναπεπταμένων τῶν οἰκιῶν διὰ ἡμέρας τε καὶ νυκτός, καὶ δίχα κωλύσεως εἰσιόντων εἰς αὐτὰς τῶν βουλομένων, οὔτε χρῆμα οὐδὲν ἀπολωλεκέναι τις ᾐτιάσατο οὔτε ἠδικῆσθαί τινα ὑπʼ οὐδενός, καίτοι πολλὰ φέρειν εἰωθότων πλημμελῆ καὶ παράνομα τῶν ἑορταίων καιρῶν διὰ τὰς μέθας.
监察官皮索在编年史中还补充了这一点:尽管奴隶们——凡是主人们以前锁在锁链里的——都被释放了,且城市里挤满了外来的外邦人群,房屋白天黑夜都敞开着,凡是想进入的人都可以毫无阻碍地进入,但既没有人控诉自己丢失了财物,也没有人控诉自己受到了任何人的侵害,尽管由于醉酒,节日期间通常会带来许多过失和违法行为。