Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §12.8.1-12.8.3

罗马创纪录的暴雪与严冬灾害

第 872 段,共 962 段 · 希腊语

内容简介

描述了罗马遭遇的创纪录暴雪和严冬造成的灾害,以及这一气候的异常性质。

§12.8.1ἐν Ῥώμῃ χειμῶνος γενομένου βιαίου, ἔνθα ἡ ἐλαχίστη χιὼν κατενίφθη, οὐκ ἐλάττων ἦν ἑπτὰ ποδῶν τὸ βάθος.
当罗马发生严冬时,那里的积雪即使在最薄的地方,其深度也不少于七英尺。
καὶ συνέπεσεν ἀνθρώπους τε ὑπὸ τοῦ νιφετοῦ διαφθαρῆναί τινας καὶ πρόβατα πολλὰ καὶ τῶν ἄλλων κτηνῶν καὶ ὑποζυγίων μοῖραν οὐκ ὀλίγην, τὰ μὲν ὑπὸ τοῦ κρυμοῦ σφακελίσαντα, §12.8.2τὰ δὲ νομῆς τῆς συνήθους ἀπορίᾳ.
结果,不仅有一些人因大雪而丧生,而且还有许多绵羊以及相当大一部分其他牲畜和驮兽,它们有的死于严寒,有的则因缺乏惯常的牧草而死。
δένδρων τε καρποφόρων, ὅσα μὴ πέφυκεν ὑπερβολὰς νιφετῶν ὑπομένειν, τὰ μὲν εἰς τέλος ἐξηράνθη, τὰ δὲ ἐπικαέντα τοὺς βλαστοὺς ἄκαρπα ἐπὶ πολλοὺς χρόνους ἐγένετο.
在果树中,凡是不适宜承受过度积雪的,有的彻底枯死,有的则因嫩芽被冻伤而多年不结果实。
συνεχύθησάν τε καὶ τῶν οἰκιῶν συχναὶ καί τινες καὶ περιετράπησαν, μάλιστα δὲ ὅσαι ἐκ τῶν λίθων κατὰ §12.8.3τὴν διάλυσίν τε καὶ ἀπότηξιν τῆς χιόνος.
许多房屋倒塌,有的甚至被彻底摧毁,特别是在积雪融化和消散时,那些由石头建成的房屋更是如此。
τοῦτο τὸ πάθος οὔτε πρότερόν ποτε γενόμενον ἐν ἱστορίας γραφῇ περὶ ταῦτα τὰ χωρία παρειλήφαμεν οὔθʼ ὕστερον ἕως τοῦ καθʼ ἡμᾶς χρόνου, μετρίῳ γέ τινι βορειότερα τοῦ μέσου, κατὰ τὸν ὑπὲρ Ἀθηνῶν γραφόμενον δι’ Ἑλλησπόντου παράλληλον.
我们无论是在历史记载中,还是直到我们这个时代,都未曾听说过这些地区以前或以后发生过这种灾难。 这些地区在某种程度上位于中部以北,沿着通过雅典上方、横穿赫勒斯滂的平行线。
τότε δὲ πρῶτον καὶ μόνον ἐξέβη τῆς εἰωθυίας κράσεως ἡ τοῦ περιέχοντος τήνδε τὴν γῆν φύσις.
但在那时,包围这片土地的大气自然状态首次也是唯一一次偏离了其惯常的温和。

词汇与语法注释

  1. 12.8.1ἔνθα ἡ ἐλαχίστη χιὼν κατενίφθη, οὐκ ἐλάττων ἦν ἑπτὰ ποδῶν τὸ βάθος — 形容词 ἐλάττων 为阴性单数主格,与关系从句中的主语 χιών 一致。τὸ βάθος 是表示“在深度上”的尊敬宾格。整句表示“即使在积雪最少的地方,其深度也不少于七英尺”。
  2. 12.8.2ἐπικαέντα τοὺς βλαστοὺς — ἐπικαέντα 是动词 ἐπικαίω(因霜冻枯萎、烧焦)的第二不定过去时被动分词中性复数(与主语 δένδρα 或 τὰ μὲν / τὰ δὲ 一致)。宾格的 τοὺς βλαστοὺς 为尊敬宾格(关系宾格),意为“嫩芽被(霜)冻伤”。
  3. 12.8.3τοῦτο τὸ πάθος οὔτε πρότερόν ποτε γενόμενον ... παρειλήφαμεν — 动词 παρειλήφαμεν(我们接收到、传授)带分词 γενόμενον 作为补语(补充性分词),表示“我们未曾听说(在传说中)这种灾难以前发生过”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §12.8.1-12.8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:12.8.1-12.8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。