§12.6.1δεύτερον ὑπατεύοντος Αὔλου Κορνηλίου Κόσσου καὶ Τίτου Κοιντίου αὐχμῷ μεγάλῳ κακωθεῖσα ἡ γῆ πάντων ἐσπάνισεν οὐ μόνον τῶν ὀμβρίων, ἀλλὰ καὶ τῶν ναματιαίων ὑδάτων·
アウルス・コルネリウス・コッススが二度目の、そしてティトゥス・クィンクティウスが(一度目の)執政官を務めていたとき、大干ばつによって痛めつけられた大地は、雨水だけでなく、湧き水の水にさえ、あらゆるものに窮した。
ἐκ δὲ τούτου προβάτων μὲν καὶ ὑποζυγίων καὶ βοῶν ἐπίλειψις παντελὴς ἐγένετο, εἰς δὲ τοὺς ἀνθρώπους νόσοι κατέσκηψαν πολλαὶ μὲν καὶ ἄλλαι, μάλιστα δὲ ἡ ψωρώδης καλουμένη, δεινὰς ὀδύνας παρέχουσα τοῖς χρωσὶ κατὰ τοὺς ὀδαξησμοὺς καὶ πρὸς τὰς ἑλκώσεις ἔτι μᾶλλον ἀγριαινομένη·
このことから、羊や役獣や牛の完全な枯渇が生じ、人間には多くの様々な病気、とりわけ疥癬と呼ばれるものが襲いかかり、それは痒みのたびに皮膚に激しい痛みをもたらし、潰瘍化するとさらに悪化するものであった。
πάθος ἐλεεινὸν ἐν τοῖς πάνυ καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον.
それは極めて憐れむべき病であり、最も速い死の原因となるものであった。
Ambr. §12.6.2οὐκ ἐδόκει τοῖς προεστηκόσι τοῦ συνεδρίου βαθεῖαν εἰρήνην καὶ πολυχρόνιον ἄγειν σχολὴν ἐνθυμουμένοις, ὅτι ῥᾳθυμία καὶ τρυφὴ συνεισπορεύεται ταῖς πόλεσι μετὰ τῆς εἰρήνης, καὶ ἅμα τὰς πολιτικὰς ὀρρωδοῦσι ταραχάς.
Ambr. 元老院の指導者たちには、深い平和を保ち、長期の閑暇を過ごすことは好ましく思われなかった。 彼らは、平和とともに怠惰と奢侈が都市に入り込むこと、および同時に国内の混乱を恐れていたからである。
καὶ αὗται γὰρ ἅμα τῷ καταλυθῆναι τοὺς ὑπερορίους πολέμους χαλεπαὶ καὶ συνεχεῖς ἐξ ἁπάσης προφάσεως ἀνίσταντο.
というのも、国境の外の戦争が終結すると同時に、国内の混乱はあらゆる口実から、激しく絶え間なく発生したからである。
§12.6.3κρεῖττον ταῖς φιλανθρωπίαις περιεῖναι τῶν ἐχθρῶν ἢ ταῖς τιμωρίαις, διʼ ἃς κεἰ μηδὲν ἕτερον αἱ γέ τοι παρὰ τῶν θεῶν ἐλπίδες ἡδίους αὐτοῖς ὑπάρχουσιν. Ambr.
敵に対しては、処罰によって勝るよりも、寛大さによって勝る方が良い。 これのゆえに、たとえ他の何がなくても、少なくとも神々から得られる希望は彼らにとってより快いものとなるのである。
§12.6.4ὡς ἔμαθε τοὺς πολεμίους ἐκ τῶν κατόπιν προσιόντας, ἐπιστρέφειν μὲν ὀπίσω περιεχόμενος ὑπὸ τῶν πολεμίων πανταχόθεν ἀπέγνω ἐνθυμούμενος, ὅτι κινδυνεύσουσιν ἅπαντες οὐθὲν ἀποδειξάμενοι γενναῖον ἔργον αἴσχιστα διαφθαρῆναι, ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ τεθωρακισμένοι πρὸς ἐλαφρούς.
Ambr. 敵が背後から接近しているのを知ると、四方から敵に包囲されている中で、彼は引き返すことを断念した。 何も勇敢な行いを示すことなしに、少人数で多人数を相手にし、重装で軽装を相手に戦って、全員が最も恥ずべき形で滅びる危険があると考えたからである。
ἰδὼν δὲ ὄχθον τινὰ ὑψηλὸν ἐπιεικῶς, ὃς ἦν αὐτῷ οὐ πρόσω, τοῦτον ἔγνω καταλαβέσθαι. Ambr.
しかし、そう遠くないところに、それなりに高い丘があるのを見て、これを占拠することを決意した。
Ἀγρίππας Μενήνιος καὶ Πόπλιος Λουκρήτιος καὶ Σερούιος Ναύτιος, χιλίαρχοι † τιμηθέντες, ἐπίθεσίν τινα κατὰ τῆς πόλεως γενομένην ὑπὸ δούλων ἐφώρασαν.
Ambr. アグリッパ・メネニウス、プブリウス・ルクレティウス、セルウィウス・ナウティウスの、[執政官権限を]授けられた軍事兵たちは、奴隷たちによって市に対して企てられていた、ある襲撃を暴いた。
§12.6.5ἔμελλον δὲ οἱ μετέχοντες τῆς συνωμοσίας πῦρ ἐμβαλόντες ταῖς οἰκίαις κατὰ πολλοὺς ἅμα τόπους νύκτωρ, ὁπότε μάθοιεν ἐπὶ τὴν τῶν καιομένων βοηθείαν ὡρμηκότας ἅπαντας τό τε Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς καταλαμβάνεσθαι τόπους, ἐγκρατεῖς δὲ γενόμενοι τῶν καρτερῶν τῆς πόλεως, ἐπὶ τὴν ἐλευθερίαν τοὺς ἄλλους δούλους παρακαλεῖν, καὶ σὺν ἐκείνοις ἀποκτείναντες τοὺς δεσπότας τὰς τῶν πεφονευμένων γυναῖκάς τε καὶ κτήσεις παραλαμβάνειν.
陰謀に加わった者たちは、夜間に多くの場所に同時に家々に火を放ち、全員が消火の救助に向かったと知ったときに、カピトリウムと他の要害の地を占拠し、都市の要塞を手中に収めたうえで、他の奴隷たちを自由へと呼びかけ、彼らとともに主人たちを殺害して、殺された者たちの妻や財産を手に入れるつもりであった。
§12.6.6τῆς δὲ πράξεως περιφανοῦς γενομένης συλληφθέντες οἱ πρῶτοι συνθέντες τὴν ἐπιβουλὴν καὶ μαστιγωθέντες ἐπὶ τοὺς σταυροὺς ἀπήχθησαν·
しかし、この企てが白日の下にさらされると、謀略を企てた首謀者たちが捕らえられ、鞭打たれたのちに十字架へと送られた。
τῶν δὲ μηνυσάντων αὐτούς, ὄντων δυεῖν, ἐλευθερίαν τε καὶ δραχμὰς χιλίας ἑκάτερος ἔλαβεν ἐκ τοῦ δημοσίου.
彼らを密告した者たちは二人であったが、それぞれ自由と、公庫から千ドラクマを受け取った。