Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §12.6.1-12.6.6

罗马的瘟疫与奴隶叛乱阴谋的平息

第 870 段,共 962 段 · 希腊语

内容简介

在罗马遭受大旱和瘟疫侵袭之际,元老院试图通过维持对外紧张局势来防止国内怠惰。随后,奴隶们企图占领罗马的阴谋被军事看守官们破获,首谋者被处死。

§12.6.1δεύτερον ὑπατεύοντος Αὔλου Κορνηλίου Κόσσου καὶ Τίτου Κοιντίου αὐχμῷ μεγάλῳ κακωθεῖσα ἡ γῆ πάντων ἐσπάνισεν οὐ μόνον τῶν ὀμβρίων, ἀλλὰ καὶ τῶν ναματιαίων ὑδάτων·
在奥卢斯·科尔内利乌斯·科苏斯第二次、提图斯·昆克蒂乌斯第一次担任执政官期间,土地因大旱而受灾,不仅缺雨水,甚至连泉水也极其匮乏。
ἐκ δὲ τούτου προβάτων μὲν καὶ ὑποζυγίων καὶ βοῶν ἐπίλειψις παντελὴς ἐγένετο, εἰς δὲ τοὺς ἀνθρώπους νόσοι κατέσκηψαν πολλαὶ μὲν καὶ ἄλλαι, μάλιστα δὲ ἡ ψωρώδης καλουμένη, δεινὰς ὀδύνας παρέχουσα τοῖς χρωσὶ κατὰ τοὺς ὀδαξησμοὺς καὶ πρὸς τὰς ἑλκώσεις ἔτι μᾶλλον ἀγριαινομένη· πάθος ἐλεεινὸν ἐν τοῖς πάνυ καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον.
因此,羊只、役畜和牛群完全绝迹,许多其他疾病也降临到人类身上,尤其是被称为疥癣的疾病,它在发痒时给皮肤带来剧烈的痛苦,且在溃烂时变得更加凶险;这是一种极度令人怜悯的病症,也是导致最迅速死亡的原因。
Ambr. §12.6.2οὐκ ἐδόκει τοῖς προεστηκόσι τοῦ συνεδρίου βαθεῖαν εἰρήνην καὶ πολυχρόνιον ἄγειν σχολὴν ἐνθυμουμένοις, ὅτι ῥᾳθυμία καὶ τρυφὴ συνεισπορεύεται ταῖς πόλεσι μετὰ τῆς εἰρήνης, καὶ ἅμα τὰς πολιτικὰς ὀρρωδοῦσι ταραχάς.
Ambr. 元老院的领袖们并不认为保持深度的和平和长期的闲暇是件好事,因为他们考虑到,怠惰和奢侈会伴随着和平一同渗入城市,同时他们也害怕城邦内部的骚乱。
καὶ αὗται γὰρ ἅμα τῷ καταλυθῆναι τοὺς ὑπερορίους πολέμους χαλεπαὶ καὶ συνεχεῖς ἐξ ἁπάσης προφάσεως ἀνίσταντο.
因为这些骚乱一旦在境外战争结束时,就会因各种借口而剧烈且接连不断地兴起。
§12.6.3κρεῖττον ταῖς φιλανθρωπίαις περιεῖναι τῶν ἐχθρῶν ἢ ταῖς τιμωρίαις, διʼ ἃς κεἰ μηδὲν ἕτερον αἱ γέ τοι παρὰ τῶν θεῶν ἐλπίδες ἡδίους αὐτοῖς ὑπάρχουσιν.
凭借仁爱战胜敌人,好过凭借惩罚战胜敌人。 因为由于仁爱,即使没有别的收获,至少他们来自神明的希望也会更加令人愉快。
Ambr. §12.6.4ὡς ἔμαθε τοὺς πολεμίους ἐκ τῶν κατόπιν προσιόντας, ἐπιστρέφειν μὲν ὀπίσω περιεχόμενος ὑπὸ τῶν πολεμίων πανταχόθεν ἀπέγνω ἐνθυμούμενος, ὅτι κινδυνεύσουσιν ἅπαντες οὐθὲν ἀποδειξάμενοι γενναῖον ἔργον αἴσχιστα διαφθαρῆναι, ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ τεθωρακισμένοι πρὸς ἐλαφρούς.
Ambr. 当他得知敌人正从后方逼近时,在被敌人四面围困的情况下,他放弃了往回撤退的念头,因为他考虑到,在以少敌多、以重装对抗轻装的情况下,所有人都有可能在未能展现出任何英勇举动的情况下,极度可耻地覆灭。
ἰδὼν δὲ ὄχθον τινὰ ὑψηλὸν ἐπιεικῶς, ὃς ἦν αὐτῷ οὐ πρόσω, τοῦτον ἔγνω καταλαβέσθαι.
然而,当他看到一座离他不远、高度适中的丘陵时,便决定占领它。
Ambr. Ἀγρίππας Μενήνιος καὶ Πόπλιος Λουκρήτιος καὶ Σερούιος Ναύτιος, χιλίαρχοι † τιμηθέντες, ἐπίθεσίν τινα κατὰ τῆς πόλεως γενομένην ὑπὸ δούλων ἐφώρασαν.
Ambr. 阿格里帕·梅内尼乌斯、普布利乌斯·卢克雷蒂乌斯和塞尔维乌斯·纳乌提乌斯,这些被授[以执政官特权]的军事看守官们,察觉到了奴隶们针对城邦所发动的袭击。
§12.6.5ἔμελλον δὲ οἱ μετέχοντες τῆς συνωμοσίας πῦρ ἐμβαλόντες ταῖς οἰκίαις κατὰ πολλοὺς ἅμα τόπους νύκτωρ, ὁπότε μάθοιεν ἐπὶ τὴν τῶν καιομένων βοηθείαν ὡρμηκότας ἅπαντας τό τε Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς καταλαμβάνεσθαι τόπους, ἐγκρατεῖς δὲ γενόμενοι τῶν καρτερῶν τῆς πόλεως, ἐπὶ τὴν ἐλευθερίαν τοὺς ἄλλους δούλους παρακαλεῖν, καὶ σὺν ἐκείνοις ἀποκτείναντες τοὺς δεσπότας τὰς τῶν πεφονευμένων γυναῖκάς τε καὶ κτήσεις παραλαμβάνειν.
阴谋的参与者们企图在夜间同时在许多地方给房屋纵火,一旦得知所有人都赶去扑灭火灾,便乘机占领卡庇托林以及其他险要之地;在控制了城邦的要塞之后,他们打算号召其他奴隶争取自由,并与他们一同杀死主人,进而占有被杀者的妻子和财产。
§12.6.6τῆς δὲ πράξεως περιφανοῦς γενομένης συλληφθέντες οἱ πρῶτοι συνθέντες τὴν ἐπιβουλὴν καὶ μαστιγωθέντες ἐπὶ τοὺς σταυροὺς ἀπήχθησαν· τῶν δὲ μηνυσάντων αὐτούς, ὄντων δυεῖν, ἐλευθερίαν τε καὶ δραχμὰς χιλίας ἑκάτερος ἔλαβεν ἐκ τοῦ δημοσίου.
然而,由于事情败露,阴谋的首谋者们被捕,并在遭受鞭笞后被带上十字架处死;而告发他们的两个人,每人都从国库获得了自由和一千德拉克马。

词汇与语法注释

  1. §12.6.1δεύτερον ὑπατεύοντος — 副词 δεύτερον 仅修饰紧随其后的 Aulus Cornelius Cossus,而不修饰 Titus Quinctius(这是科苏斯第二次担任执政官,而对昆克蒂乌斯而言是第一次)。
  2. §12.6.3διʼ ἃς — 关系代词 ἃς(宾格阴性复数)在意义上指向与其对比的名词 φιλανθρωπίαις(仁爱、宽大),而非紧邻的前文否定性名词 τιμωρίαις(惩罚)。
  3. §12.6.5ἔμελλον δὲ — 主动词 ἔμελλον(未完成过去时第三人称复数)支配了三个并列的不定式:καταλαμβάνεσθαι、παρακαλεῖν 和 παραλαμβάνειν,以此展现阴谋的阶段性计划(占领、煽动、强占)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §12.6.1-12.6.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:12.6.1-12.6.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。