§12.4.1τῶν δὲ δημοτικῶν οἱ 〈μὲν οὐ〉 συμβουλεύσαντες τῇ καταλύσει τῆς πολιτείας ἠγανάκτουν καὶ διʼ ὀργῆς τὴν ἐπιχείρησιν τοῦ ἀνδρὸς ἐλάμβανον, οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βουλευμάτων ἐπῄνουν·
平民のうち、国制の打倒に〈関与しな〉かった者たちは憤慨し、その男の試みを怒りをもって受け止めたが、陰謀に加わった者たちは恐怖から解放されて、喜んでいるふりをし、元老院の計画を称賛した。
ὀλίγοι δέ τινες ἐξ αὐτῶν οἱ πονηρότατοι λογοποιεῖν ἐτόλμων ἐν ταῖς ἑξῆς ἡμέραις ὡς ἀνηρπασμένου πρὸς τῶν δυνατῶν τοῦ Μαιλίου καὶ διαστασιάζειν τὸν δῆμον ἐπεχείρουν·
しかし、彼らのうちで最も邪悪なごく少数の者たちは、その後の数日間に、マエリウスは有力者たちによって不当に連れ去られたという噂をあえて流し、民衆を分裂させようと試みた。
οὓς ἀφανεῖ θανάτῳ διαχρησάμενος ὁ δικτάτωρ, ἐπειδὴ κατέπαυσε τοῦ θορύβου, τὴν ἀρχὴν ἀποτίθεται.
独裁官は彼らを秘密裏に処刑し、騒動を鎮めると、その職を辞した。
§12.4.2οἱ μὲν δὴ τὰ πιθανώτατά μοι δοκοῦντες γράφειν περὶ τῆς Μαιλίου τελευτῆς οὕτω παραδεδώκασι·
マエリウスの死について最も信憑性があると思われる記述をしている歴史家たちは、このように伝えている。
λεγέσθω δὲ καὶ ὁ δοκῶν ἧττον εἶναί μοι πιθανὸς λόγος, ᾧ κέχρηται Κίγκιος καὶ Καλπούρνιος, ἐπιχώριοι συγγραφεῖς·
しかし、私にとって信憑性がより低いと思われる、現地の歴史家であるキンキウスとカルプルニウスが採用している説も語られるべきである。
οἵ φασιν οὔτε δικτάτορα ὑπὸ τῆς βουλῆς ἀποδειχθῆναι τὸν Κοίντιον οὔτε ἱππάρχην ὑπὸ τοῦ §12.4.3κοιντίου τὸν Σερουίλιον.
彼らは、クィンティウスが元老院によって独裁官に任命されたわけでも、セルウィリウスがクィンティウスによって騎兵長官に任命されたわけでもないと言う。
γενομένης δὲ μηνύσεως ὑπὸ τοῦ Μηνυκίου τοὺς παρόντας ἐν τῷ συνεδρίῳ πιστεύσαντας ἀληθῆ τὰ λεγόμενα εἶναι, γνώμην ἀποδειξαμένου τῶν πρεσβυτέρων τινὸς ἄκριτον ἦ μὴν ἀποκτεῖναι τὸν ἄνδρα παραχρῆμα πεισθέντας, οὕτω τὸν Σερουίλιον ἐπὶ τοῦτο τάξαι τὸ ἔργον, νέον ὄντα καὶ κατὰ χεῖρα γενναῖον.
彼らの説によれば、ミヌキウスによって密告がなされたとき、議場にいた者たちは言われていることを真実であると信じ、長老の一人が裁判なしに直ちにその男を殺害すべきであるという意見を述べて皆が納得したため、このようにして、若く腕力の優れたセルウィリウスにこの任務を委ねたのである。
§12.4.4τοῦτον δέ φασι λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης ἐλθεῖν πρὸς τὸν Μαίλιον πορευόμενον ἐκ τῆς ἀγορᾶς καὶ προσελθόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγάλου διαλεχθῆναι πρὸς αὐτόν.
彼らが言うには、このセルウィリウスは短剣を脇の下に隠し持って、広場から歩いてくるマエリウスのところへ行き、近づいて、重大な秘密の事柄について話したいと言った。
κελεύσαντος δὲ τοῦ Μαιλίου μικρὸν ἀποχωρῆσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδὴ μονωθέντα τῆς φυλακῆς ἔλαβε, γυμνώσαντα τὸ ξίφος βάψαι κατὰ τῆς σφαγῆς·
マエリウスが近くにいた者たちに少し下がるよう命じると、彼が護衛から引き離されて一人になったところを襲い、剣を抜いてその喉に突き刺した。
τοῦτο δὲ πράξαντα δρόμῳ χωρεῖν εἰς τὸ βουλευτήριον ἔτι συγκαθημένων τῶν συνέδρων, ἔχοντα τὸ ξίφος ᾑμαγμένον κεκραγότα πρὸς τοὺς διώκοντας, ὅτι κελευσθεὶς ὑπὸ τῆς βουλῆς ἀνῄρηκε τὸν τύραννον.
そして、このことを行うと、議員たちがまだ着席している議事堂へと走り、血に染まった剣を手に持ちながら、追いかけてくる者たちに向かって、元老院の命令によって僭主を殺害したのだと叫んだ。
§12.4.5ἀκούσαντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὡρμηκότας παίειν τε καὶ βάλλειν αὐτὸν ἀποτραπέσθαι καὶ μηδὲν εἰς αὐτὸν παρανομῆσαι.
元老院の名を聞くと、彼を殴り、また物を投げつけようと襲いかかっていた者たちは引き下がり、彼に対して何の不法も働かなかった。
ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἦλθεν ἐπὶ τὸν ἄνδρα·
このことから、彼にアハラというあだ名が授けられたのだと彼らは言う。 なぜなら、彼が剣を脇の下に持ってその男のところへ行ったからである。
ἄλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας.
ローマ人は脇の下をアハラと呼ぶからである。
§12.4.6ἀναιρεθέντος δὲ τοῦ ἀνδρὸς καθʼ ἕτερον τρόπον συνελθοῦσα ἡ βουλὴ τήν τε οὐσίαν αὐτοῦ εἶναι δημοσίαν ἐψηφίσατο καὶ τὴν οἰκίαν ἕως ἐδάφους κατασκαφῆναι.
その男がこのような別の方法で殺害された後、元老院は召集されて、彼の財産を公収し、家を基礎に至るまで取り壊すことを決議した。
οὗτος ὁ τόπος ἔτι καὶ εἰς ἐμὲ ἦν ἐν πολλαῖς ταῖς πέριξ οἰκίαις μόνος ἀνειμένος ἔρημος, καλούμενος ὑπὸ Ῥωμαίων Αἰκυμήλιον·
この場所は、私の時代に至るまで、周囲に多くの家がある中で、そこだけが空き地のまま残されており、ローマ人によってアエクィメリウムと呼ばれている。
ὡς ἂν ἡμεῖς εἴποιμεν ἰσόπεδον Μήλιον.
私たちが言うなら平らなメリウスの土地である。
αἶκον γὰρ ὑπὸ Ῥωμαίων τὸ μηδεμίαν ἔχον ἐξοχὴν καλεῖται·
なぜなら、ローマ人は平らで突起のないものをアエクゥムと呼ぶからである。
τόπον οὖν τινα Αἶκον Μήλιον ἐξ ἀρχῆς κληθέντα, ὕστερον συμφθαρέντων ἀλλήλοις κατὰ τὴν μίαν ἐκφορὰν τῶν ὀνομάτων Αἰκυμήλιον ἐκάλεσαν.
したがって、当初はアエクゥム・メリウムと呼ばれていた場所が、後に一つの発音において二つの名が互いに混ざり合って、アエクィメリウムと呼ばれるようになったのである。
τῷ δὲ τὴν κατὰ τοῦ Μαιλίου μήνυσιν ἀποδόντι Μηνυκίῳ στάσιν ἀνδριάντος ἐψηφίσατο ἡ βουλή. Esc. et pag. 223, 18—22 Ambr.
そして、マエリウスに対する密告を行ったミヌキウスに対して、元老院は銅像を建立することを取り決めた。