§12.4.1τῶν δὲ δημοτικῶν οἱ 〈μὲν οὐ〉 συμβουλεύσαντες τῇ καταλύσει τῆς πολιτείας ἠγανάκτουν καὶ διʼ ὀργῆς τὴν ἐπιχείρησιν τοῦ ἀνδρὸς ἐλάμβανον, οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βουλευμάτων ἐπῄνουν·
在平民中,那些〈不曾〉图谋推翻国家体制的人感到愤慨,并对那人的企图报以愤怒;而那些参与了阴谋的人则摆脱了恐惧,假装高兴并赞扬元老院的决定。
ὀλίγοι δέ τινες ἐξ αὐτῶν οἱ πονηρότατοι λογοποιεῖν ἐτόλμων ἐν ταῖς ἑξῆς ἡμέραις ὡς ἀνηρπασμένου πρὸς τῶν δυνατῶν τοῦ Μαιλίου καὶ διαστασιάζειν τὸν δῆμον ἐπεχείρουν·
然而,他们之中少数几个最邪恶的人,在接下来的几天里胆敢制造谣言,声称马埃利乌斯是被权贵们强行掳走的,并企图煽动民众进行分裂。
οὓς ἀφανεῖ θανάτῳ διαχρησάμενος ὁ δικτάτωρ, ἐπειδὴ κατέπαυσε τοῦ θορύβου, τὴν ἀρχὴν ἀποτίθεται.
独裁官通过秘密处死他们,在平息了动乱之后,辞去了职务。
§12.4.2οἱ μὲν δὴ τὰ πιθανώτατά μοι δοκοῦντες γράφειν περὶ τῆς Μαιλίου τελευτῆς οὕτω παραδεδώκασι· λεγέσθω δὲ καὶ ὁ δοκῶν ἧττον εἶναί μοι πιθανὸς λόγος, ᾧ κέχρηται Κίγκιος καὶ Καλπούρνιος, ἐπιχώριοι συγγραφεῖς·
那些在我看来关于马埃利乌斯之死写得最可信的作家们是这样传下来的;但让我同样叙述一下在我看来不那么可信的说法,这是本地历史学家辛基乌斯和卡尔普尔尼乌斯所采用的。
οἵ φασιν οὔτε δικτάτορα ὑπὸ τῆς βουλῆς ἀποδειχθῆναι τὸν Κοίντιον οὔτε ἱππάρχην ὑπὸ τοῦ §12.4.3κοιντίου τὸν Σερουίλιον.
他们说,昆提乌斯既没有被元老院任命为独裁官,塞尔维利乌斯也没有被昆提乌斯任命为骑兵长官。
γενομένης δὲ μηνύσεως ὑπὸ τοῦ Μηνυκίου τοὺς παρόντας ἐν τῷ συνεδρίῳ πιστεύσαντας ἀληθῆ τὰ λεγόμενα εἶναι, γνώμην ἀποδειξαμένου τῶν πρεσβυτέρων τινὸς ἄκριτον ἦ μὴν ἀποκτεῖναι τὸν ἄνδρα παραχρῆμα πεισθέντας, οὕτω τὸν Σερουίλιον ἐπὶ τοῦτο τάξαι τὸ ἔργον, νέον ὄντα καὶ κατὰ χεῖρα γενναῖον.
但是,当米努基乌斯提出告密时,议事厅里的在场者相信所说的是真话,并且在一位长者提出“务必立即在未经审判的情况下杀死那人”的意见后受到说服,于是便将这项任务指派给了塞尔维利乌斯,因为他年轻且擅长近身肉搏。
§12.4.4τοῦτον δέ φασι λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης ἐλθεῖν πρὸς τὸν Μαίλιον πορευόμενον ἐκ τῆς ἀγορᾶς καὶ προσελθόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγάλου διαλεχθῆναι πρὸς αὐτόν.
他们说,此人将一把短剑藏在腋下,走向从广场走来的马埃利乌斯,走近并对他说,希望与他私下谈论一件重大机密。
κελεύσαντος δὲ τοῦ Μαιλίου μικρὸν ἀποχωρῆσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδὴ μονωθέντα τῆς φυλακῆς ἔλαβε, γυμνώσαντα τὸ ξίφος βάψαι κατὰ τῆς σφαγῆς· τοῦτο δὲ πράξαντα δρόμῳ χωρεῖν εἰς τὸ βουλευτήριον ἔτι συγκαθημένων τῶν συνέδρων, ἔχοντα τὸ ξίφος ᾑμαγμένον κεκραγότα πρὸς τοὺς διώκοντας, ὅτι κελευσθεὶς ὑπὸ τῆς βουλῆς ἀνῄρηκε τὸν τύραννον.
当马埃利乌斯命令身边的人稍微退后时,塞尔维利乌斯趁他脱离守卫孤立无援之际,拔出剑刺入他的喉咙;做完这件事后,他跑向议事堂,当时议员们还在开会,他手里拿着滴血的剑,对追赶他的人大喊,自己是奉元老院之命杀死了僭主。
§12.4.5ἀκούσαντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὡρμηκότας παίειν τε καὶ βάλλειν αὐτὸν ἀποτραπέσθαι καὶ μηδὲν εἰς αὐτὸν παρανομῆσαι.
听到元老院的名字,那些本已冲上去殴打并用东西砸他的人便退缩了,没有对他做出任何违法行为。
ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἦλθεν ἐπὶ τὸν ἄνδρα· ἄλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας.
他们说,因此他也得到了阿哈拉这个绰号,因为他是把剑藏在腋下走向那人的;因为罗马人称腋下为阿哈拉。
§12.4.6ἀναιρεθέντος δὲ τοῦ ἀνδρὸς καθʼ ἕτερον τρόπον συνελθοῦσα ἡ βουλὴ τήν τε οὐσίαν αὐτοῦ εἶναι δημοσίαν ἐψηφίσατο καὶ τὴν οἰκίαν ἕως ἐδάφους κατασκαφῆναι.
那人以这另一种方式被杀后,元老院召集会议,投票决定将其财产充公,并将其房屋彻底夷为平地。
οὗτος ὁ τόπος ἔτι καὶ εἰς ἐμὲ ἦν ἐν πολλαῖς ταῖς πέριξ οἰκίαις μόνος ἀνειμένος ἔρημος, καλούμενος ὑπὸ Ῥωμαίων Αἰκυμήλιον· ὡς ἂν ἡμεῖς εἴποιμεν ἰσόπεδον Μήλιον.
这个地方直到我的时代,在周围众多房屋中,依然是唯一一片荒废空置的土地,被罗马人称为阿埃奎梅利乌姆;正如我们会说平坦的梅利乌斯之地。
αἶκον γὰρ ὑπὸ Ῥωμαίων τὸ μηδεμίαν ἔχον ἐξοχὴν καλεῖται·
因为罗马人把没有任何凸起的东西称为阿埃库姆。
τόπον οὖν τινα Αἶκον Μήλιον ἐξ ἀρχῆς κληθέντα, ὕστερον συμφθαρέντων ἀλλήλοις κατὰ τὴν μίαν ἐκφορὰν τῶν ὀνομάτων Αἰκυμήλιον ἐκάλεσαν.
因此,最初被称为阿埃库姆·梅利乌姆的某个地方,后来因为名字在统一发音中相互融合,便被称为了阿埃奎梅利乌姆。
τῷ δὲ τὴν κατὰ τοῦ Μαιλίου μήνυσιν ἀποδόντι Μηνυκίῳ στάσιν ἀνδριάντος ἐψηφίσατο ἡ βουλή. Esc. et pag. 223, 18—22 Ambr.
而对于揭发马埃利乌斯的米努基乌斯,元老院投票决定为其建立一座雕像。