§12.16.1Αἰνείαν λέγουσι τὸν ἐξ Ἀγχίσου καὶ Ἀφροδίτης, ὅτε κατέσχεν εἰς Ἰταλίαν, θῦσαι προαιρούμενον ὅτῳ δή τινι θεῶν, μετὰ τὴν εὐχὴν μέλλοντα τοῦ παρεσκευασμένου πρὸς τὴν θυσίαν ἱερείου κατάρχεσθαι, τῶν Ἀχαιῶν ἰδεῖν τινα πρόσωθεν ἐρχόμενον, εἴτε Ὀδυσσέα, ὅτε τῷ περὶ τὸν Ἄορνον μαντείῳ χρῆσθαι ἔμελλεν, εἴτε Διομήδην, ἡνίκα Δαύνῳ
アンキセスとアプロディテの子アイネイアスが、イタリアに到着した際、いずれかの神に犠牲を捧げようと考え、祈りの後、犠牲のために準備された生贄の儀式を始めようとした時、アカイア人の一人が遠くからやって来るのを見たと言われている。
§12.16.2σύμμαχος ἀφίκετο·
それが、アオルノス近くの神託所を利用しようとしていたオデュッセウスであったのか、あるいは、ダウノスの同盟者として到着したディオメデスであったのかはともかく。
ἀχθόμενον δὲ τῷ συγκυρήματι καὶ πολεμίαν ὄψιν ἐφʼ ἱεροῖς φανεῖσαν ὡς πονηρὸν οἰωνὸν ἀφοσιώσασθαι βουλόμενον, ἐγκαλύψασθαί τε καὶ στραφῆναι·
彼はこの偶然の出来事に当惑し、犠牲の最中に敵の姿が現れたのを不吉な兆候として祓い清めたいと望み、頭を覆って後ろを向いた。
μετὰ δὲ τὴν ἀπαλλαγὴν τοῦ πολεμίου χερνιψάμενον αὖθις ἐπιτελέσαι τὴν θυσίαν.
そして敵が去った後、再び手を清めて、犠牲を完了した。
§12.16.3γενομένων δὲ τῶν ἱερῶν κρειττόνων ἡσθῆναί τε τῷ συγκυρήματι καὶ φυλάττειν ἐπὶ πάσης εὐχῆς τὸ αὐτὸ ἔθος, τούς τε ἀπʼ ἐκείνου γενομένους ὡς ἕν τι τῶν περὶ τὰς ἱερουργίας νομίμων καὶ τοῦτο διατηρεῖν.
そして、内臓の状態がより良くなったので、彼はこの偶然の出来事を喜び、あらゆる祈りの際にこれと同じ習慣を守るようになり、彼の子孫たちも、儀式に関する慣習の一つとして、このことを守り続けているという。
§12.16.4ἑπόμενος δὴ τοῖς πατρικοῖς ὁ Κάμιλλος νόμοις, ἐπειδὴ τὴν εὐχὴν ἐποιήσατο καὶ κατὰ τῆς κεφαλῆς εἵλκυσε τὸ ἱμάτιον, ἐβούλετο μὲν στραφῆναι, τῆς δὲ βάσεως ὑπενεχθείσης οὐ δυνηθεὶς ἀναλαβεῖν αὑτὸν ὕπτιος ἐπὶ τὴν γῆν φέρεται.
さて、カミッルスは父祖の習慣に従い、祈りを捧げて頭の上に衣服を引き寄せた際、後ろを向こうとしたが、足元が滑って体勢を立て直すことができず、仰向けに地面に倒れてしまった。
§12.16.5τοῦτον τὸν οἰωνὸν οὔτε μαντείας οὔτʼ ἐνδοιασμοῦ δεόμενον, ἀλλὰ καὶ τῷ φαυλοτάτῳ ῥᾴδιον ὄντα συμβαλεῖν, ὅτι πεσεῖν αὐτῷ πᾶσα ἀνάγκη πτῶμα ἄσχημον, οὔτε φυλακῆς οὔτε ἀφοσιώσεως ἄξιον ὑπέλαβεν, ἀλλʼ ἐπὶ τὸ κεχαρισμένον ἑαυτῷ μετήνεγκεν, ὡς ὑπακηκοότων αὐτοῦ ταῖς εὐχαῖς τῶν θεῶν καὶ τὸ κακὸν ἐλάχιστον παρεσκευακότων γενέσθαι.
彼は、この兆候を、神託も疑念も必要とせず、最も単純な者であっても、自分にとって不格好な転倒をすることが避けられなかったのだと容易に察知できるものであり、警戒するにも祓い清めるにも及ばないものと見なした。 むしろ、それを自分に都合の良いように解釈し、神々が彼の祈りを聞き届け、災いが最小限で済むように取り計らってくれたのだと考えた。