§12.12.1τοῦτον τὸν ἄνδρα οἱ χιλίαρχοι λόγοις τε θεραπεύοντες καὶ βασάνων ἀπειλαῖς δεδιττόμενοι ἅπαντα παρεσκεύασαν ἐξειπεῖν, ἃ περὶ τῆς Ἀλβανίδος λίμνης ἀπέκρυπτεν·
この男を、千人隊長たちは言葉で懐柔し、また拷問の脅しで怖がらせることによって、彼がアルバ湖について隠していたすべてのことを白状させた。
εἶτα καὶ πρὸς τὴν βουλὴν αὐτὸν ἀναπέμπουσι.
それから、彼を元老院へと送り届けた。
τοῖς δʼ ἐκ τοῦ συνεδρίου οὐχ ἡ ὁμοία παρέστη δόξα, ἀλλὰ τοῖς μὲν ἐδόκει πανοῦργός τις εἶναι καὶ γόης ὁ Τυρρηνὸς καὶ καταψεύδεσθαι τὸῦ δαιμονίου τὰ περὶ τὸν χρησμόν, τοῖς δʼ ἀπὸ πάσης ἀληθείας εἰρηκέναι.
しかし、議場の人々の意見は一致せず、ある者たちには、このエトルリア人が悪知恵に長けた詐欺師であり、神託に関して神の名を騙って嘘をついているのだと思われたが、他の者たちには、彼がまったくの真実を語っているのだと思われた。
§12.12.2ἐν τοιαύτῃ δʼ ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας·
元老院がそのような当惑の中にあったとき、あらかじめデルポイに派遣されていた使節たちが、あのエトルリア人が先に告げたことと一致する神託を携えて帰ってきた。
ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι καὶ μέχρι θαλάττης ἀπορρέουσαι· §12.12.3ὅταν δʼ ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθʼ ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι·
すなわち、ウィエンタノイ人の街を(くじ引きで)得た神々と精霊たちは、アルバの湖の泉が溢れ出て海まで流れ落ちている限りは、先祖から受け継がれた幸福を揺るぎないものとして守ることを彼らに保証するが、それらの泉が自らの性質と古来の進路を捨てて、他方へと逸れ、もはや海と交わらなくなったときには、彼らの街も滅ぼされるであろう。
τοῦτο δʼ οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθʼ ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία.
そして、もしローマ人が他方の場所に作られた掘割によって、水の氾濫を海から遠く離れた平野へとそらすなら、このことは遠からずローマ人によって成し遂げられるであろう、と。
ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας.
これを知ったローマ人は、ただちに職人たちを工事に従事させた。