Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §12.12.1-12.12.3

阿尔巴湖神谕的证实与开凿运河

第 876 段,共 962 段 · 希腊语

内容简介

军事护民官们从抓获的占卜者口中逼问出关于阿尔巴湖神谕的秘密,并将其送往元老院。随后,从德尔斐回来的使者带回了与其预言完全吻合的神谕,罗马人随之开始着手修建运河。

§12.12.1τοῦτον τὸν ἄνδρα οἱ χιλίαρχοι λόγοις τε θεραπεύοντες καὶ βασάνων ἀπειλαῖς δεδιττόμενοι ἅπαντα παρεσκεύασαν ἐξειπεῖν, ἃ περὶ τῆς Ἀλβανίδος λίμνης ἀπέκρυπτεν· εἶτα καὶ πρὸς τὴν βουλὴν αὐτὸν ἀναπέμπουσι.
军事护民官们一方面用言语安抚这个男人,另一方面用酷刑的威胁恐吓他,使他供出了他所隐瞒的关于阿尔巴湖的一切;随后,他们也将他送交给了元老院。
τοῖς δʼ ἐκ τοῦ συνεδρίου οὐχ ἡ ὁμοία παρέστη δόξα, ἀλλὰ τοῖς μὲν ἐδόκει πανοῦργός τις εἶναι καὶ γόης ὁ Τυρρηνὸς καὶ καταψεύδεσθαι τὸῦ δαιμονίου τὰ περὶ τὸν χρησμόν, τοῖς δʼ ἀπὸ πάσης ἀληθείας εἰρηκέναι.
然而,议会成员们并没有形成统一的意见,一些人认为这个伊特鲁里亚人是个狡猾的骗子和术士,在神谕的事情上对神明撒谎,而另一些人则认为他所说的是完全的真话。
§12.12.2ἐν τοιαύτῃ δʼ ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας· ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι καὶ μέχρι θαλάττης ἀπορρέουσαι· §12.12.3ὅταν δʼ ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθʼ ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι· τοῦτο δʼ οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθʼ ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία.
正当元老院处于如此困惑之中时,先前被派往德尔斐的使者们带回了神谕,其内容与那个伊特鲁里亚人先前所报告的相一致:即抽签分得维恩塔诺伊人城市的诸神和守护神向他们保证,只要阿尔巴湖的泉水保持泛滥并一直流向大海,就会使他们祖传的繁荣保持动摇不得;但当这些泉水放弃其自身的本性和古老的通道,转向其他方向,以至于不再与大海相混时,他们的城市也将被毁灭;而且,如果罗马人在其他地方开挖渠道,将泛滥的湖水引向远离大海的平原,这件事不久就会由罗马人实现。
ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας.
得知此事后,罗马人立即让工匠们着手进行这些工程。

词汇与语法注释

  1. ¦15¦τοῦτον τὸν ἄνδρα ... παρεσκεύασαν ἐξειπεῖν — 主句动词 παρεσκεύασαν(使……准备、促使)与不定式 ἐξειπεῖν(供出、说出)构成了“对格加不定式”(A.C.I.)结构。句首的 τοῦτον τὸν ἄνδρα 既是修饰主语(οἱ χιλίαρχοι)的分词(θεραπεύοντες 和 δεδιττόμενοι)的直接宾语,同时又充当不定式 ἐξειπεῖν 的逻辑主语(对格)。
  2. ¦15¦τοῖς δʼ ἀπὸ πάσης ἀληθείας εἰρηκέναι — 本句作为与前半句 τοῖς μὲν ἐδόκει...(对一些人来说似乎……)相对应的结构,在 τοῖς δʼ 之后省略了无人称未完成时动词 ἐδόκει。不定式 εἰρηκέναι(说过)的逻辑主语需要补充前半句的主语 ὁ Τυρρηνός(那个伊特鲁里亚人)作为对格。
  3. ¦16¦ὅτι θεοὶ καὶ δαίμονες ... ἀνάστατον ἔσεσθαι — 在传达德尔斐神谕内容的地带,前半句是由连词 ὅτι 引导并接直陈式(ἐγγυῶνται)的从句,而在后半部分(§12.12.3)相当于主句的结构中,动词则转为了不定式(ἔσεσθαι 及其后的 γενήσεσθαι)。虽然传达的是同一个传闻内容,但其句法从类似直接引语的 ὅ词 从句平滑地过渡到了常规间接引语的不定式结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §12.12.1-12.12.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:12.12.1-12.12.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。