Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §12.1.8-12.1.14

ミヌキウスによるマエリウスの陰謀の告発

865 / 962 箇所 · ギリシア語

要旨

マエリウスへの支持が頂点に達し、公職を独占しようとする中、食糧長官ミヌキウスは彼の陰謀を察知し、確実な証拠を掴んで元老院に報告する。

§12.1.8οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος καὶ τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν ἔργων αὐτοῦ γενήσεσθαι δοθεῖσαν ἀπέφαινον, ἄλλῃ δέ τινι μείζονι καὶ λαμπροτέρᾳ τιμῇ κοσμεῖν ἠξίουν αὐτόν,
彼の周りに集まった支持者たちは、常に彼を「祖国の救世主」「父」「創建者」と呼び、執政官の権力が与えられたとしても、それは彼の業績の偉大さに比べればあまりに小さな恩賞になるであろうと主張し、何か他の、より大きくて輝かしい名誉で彼を飾ることを求めた。
§12.1.9ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου.
それは、彼から生まれる子孫も受け継ぐことになるものであった。
ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ % κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτʼ ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι.
彼が三度目の旅をイタリアの沿岸地方へ行い、クマイやミセヌム周辺の港から多くの穀物輸送船を率いて、ローマの外港であるオスティアに帰港し、十分な食糧によって都市を救い、かつての豊作の時と少しも変わらない状態にまで回復させると、民衆は皆、もし選挙において投票権を握るならば、彼が執政官職を求めようと他のいかなる官職を求めようと、誰もが許可せずとも、法が禁じずとも、また誰も反対せずとも、それを彼に授ける用意ができていた。
§12.1.10ταῦτα ὁρῶντες οἱ προεστηκότες τῆς ἀριστοκρατίας καὶ οὔτε ἐπιτρέπειν ἀξιοῦντες οὔτε κωλύειν δύναμιν ἔχοντες ἐν πολλῇ πάντες ἦσαν ἀθυμίᾳ·
これを見て、貴族政の指導者たちは、認めるわけにもいかず、かといって阻止する力もなかったため、皆、深い落胆の中にあった。
καὶ ἔτι μᾶλλον διεταράχθησαν, ἐπειδὴ κωλυόντων ἐκκλησίας συνάγειν αὐτὸν καὶ δημηγορεῖν τῶν τε δημάρχων καὶ ὑπάτων, συστραφεὶς ὁ δῆμος ἐκείνους μὲν ἐξέβαλεν ἐκ τῆς ἀγορᾶς, τῷ δὲ §12.1.11Μαιλίῳ πολλὴν ἄδειαν καὶ ῥώμην παρέσχεν.
そして、護民官たちや執政官たちが彼が民会を招集して演説するのを禁じようとしたとき、民衆が結束して彼らを広場から追い出し、マエリウスには大きな自由と力を与えたため、彼らはさらにいっそう激しく動揺した。
ἐν τοιαύτῃ δὴ καταστάσει τῆς πόλεως ὑπαρχούσης ὁ τῆς ἀγορᾶς ἀποδειχθεὶς ἔπαρχος, ἀχθόμενος μὲν ἐπὶ τοῖς προπηλακισμοῖς τῶν λόγων, οἷς αὐτὸν ὑβρίζων ὁ Μαίλιος ἐν ταῖς ἐκκλησίαις διετέλει, δεδοικὼς δὲ τὸν ἄνδρα μάλιστα τῶν ἄλλων, εἴ τινος ἐπιλάβοιτο ἀρχῆς, μὴ πρότερον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται ἢ τὸν δῆμον ἐξερεθίσας πρὸς αὐτὸν % ποιήσηται διὰ τῶν ἐκ τῆς ἑταιρείας ἐπιβουλήν τινα κατʼ αὐτοῦ μηχανησάμενος, ἀγανακτῶν τε διʼ ἀμφότερα ταῦτα καὶ ἀπηλλάχθαι προθυμούμενος ἐκείνου μείζονα ἢ κατʼ ἰδιώτην ἐσχὺν ἔχοντος, ἐπιμελῆ ζήτησιν ἐποιεῖτο τῶν ὑπʼ αὐτοῦ λεγομένων τε καὶ πραττομένων.
市がこのような状態にある中で、任命されていた食糧長官は、マエリウスが民会で執拗に彼を侮辱した無礼な言葉に憤慨しており、また、その男が何らかの公職を手に入れた場合、彼が貴族政を滅ぼす前に自分を支配下に置くか、あるいは民衆を自分に対して煽動して、彼の一味を通じて自分に対する何らかの陰謀を企てて実行するのではないかと、他の誰よりも恐れており、これら双方の理由から怒り、一私人の枠を超える力を有するあの男から解放されたいと強く願って、彼は彼(マエリウス)の言動について入念な調査を行った。
§12.1.12πολλῶν δὲ ὄντων, οἷς ὁ ἀνὴρ συνεργοῖς ἐχρῆτο τῶν ἀπορρήτων, καὶ οὔτε τὰς φύσεις ὁμοίων οὔτε τὰς γνώμας παραπλησίων ἔμελλέ τις ὅπερ εἰκὸς οὐ βέβαιος αὐτῷ ἔσεσθαι φίλος, ἢ διὰ φόβον ἢ διὰ κέρδος ἴδιον·
マエリウスが秘密の計画の共犯者として用いていた人々は多く、彼らは気質も似ていなければ、考え方も同じではなかったので、当然予想されるように、誰かが恐怖のゆえにか、あるいは自身の利益のゆえにか、彼に対して不誠実な友となる(裏切る)のは必然のことであった。
ᾧ τὰ πιστὰ δοὺς ὁ Μηνύκιος ὑπὲρ τοῦ μηδενὶ φράσειν ὅστις ἦν, ἅπασαν ἔγνω τήν τε διάνοιαν τοῦ Μαιλίου καὶ τὴν παρασκευήν.
ミヌキウスはその男に対し、その者が誰であるかを誰にも明かさないという確約を与えて、マエリウスの意図と準備のすべてを知った。
§12.1.13ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους·
彼が議論の余地のない確証を得て、計画が実行に移されようとしていると知るや、彼は執政官たちに伝えた。
ἐκεῖνοι δʼ οὐκ ἀξιοῦντες ἐφʼ ἑαυτοῖς ποιῆσαι μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου βουλευσόμενοι.
執政官たちは、これほど重大な企ての調査を自分たちだけで処理すべきではないと考え、この件を元老院に付議すべきであると判断し、まるで国外での戦争について審議するかのように、直ちに元老院を召集した。
§12.1.14πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως πολλῆς πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος·
元老院が速やかに満席になると、執政官の一人が進み出て、国家に対して企てられている重大な陰謀が彼らに告発されており、危険の大きさゆえに非常に厳重かつ迅速な警戒を要すると述べた。
ταύτης δʼ ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλʼ ὃν αὐτοὶ διʼ ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα τὸν βίον ἐπιτηδευομένων.
そして、この陰謀の告発者は、平凡な市民の一人ではなく、彼ら(元老院議員たち)自身が、その徳ゆえに、共同体にとって最も重大かつ不可欠な任務に就かせた人物であり、生涯にわたる身持ちからその忠誠心と公共への熱意を認めた人物である、と語った。
μετεώρου δὴ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομένης ἐκάλει τὸν Μηνύκιον, κἀκεῖνος ἔλεξεν· . εσξ.
元老院がその予期に緊張し、身を乗り出している中で、彼はミヌキウスを呼び出し、ミヌキウスは次のように語った。

語釈・文法注

  1. 12.1.9μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτʼ ἀνδρὸς ἐναντιουμένου — 三つの分詞による絶対属格の並列。「誰の許可も必要とせず、法の禁止も、個人の反対もない状態で」という付帯状況、あるいは「たとえ誰が許可せずとも、法が禁じようとも、人が反対しようとも」という譲歩の意味を帯びる。否定の相関辞 μηδενός... μήτε... μήτε が、民衆の熱狂的な支持の前にあらゆる障害が無効化されている様を強調している。
  2. 12.1.11μὴ πρότερον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται — 懸念を表す動詞 δεδοικώς(恐れて)に導かれる μὴ 節。「彼(マエリウス)が、貴族政よりも先に、自身を(主権者・支配者に)するのではないか」という意。αὑτόν は従属節の主語であるマエリウス自身を指す再帰代名詞。τῆς ἀριστοκρατίας は πρότερον に伴う比較の属格、あるいは支配の属格として解釈される。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §12.1.8-12.1.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:12.1.8-12.1.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。