§12.1.1ὅτι λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μαίλιος Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν δὲ καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος, ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾳστώνην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν.
ὅτι ローマで深刻な飢饉が発生したとき、身分の低いわけではない家柄の出身で、特に富裕で有力な、スプリウス・マエリウス(その並外れた富のゆえにエウダイモン(富裕者)とあだ名されていた)という男が、最近になって父の家督を相続したばかりであったが、騎士の年齢と身分を有しており、公職に就いたり他のいかなる公的な任務を引き受けたりするような境遇にはなかったものの、戦争においては他の誰にも劣らず輝かしい人物であり、多くの戦功の褒章を授かっていたが、僭主の座を奪取するための絶好の機会と捉え、僭主への道のうちで最も容易なものである、民衆の歓心を買うことへと向かった。
§12.1.2ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο.
彼は多くの友人や保護民を従えていたが、彼らに私財から食糧調達のための資金を与えて各地へ派遣し、自らもエトルリアへと赴いた。
ἐν βραχεῖ δὲ χρόνῳ διʼ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ δώδεκα δραχμῶν διδράχμου ἀπομετρῶν τὸν μόδιον· ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδʼ ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος.
そして短期間のうちに、自分自身と友人たちを通じて多量の食糧を運び込み、市民たちに分配したが、通常12ドラクマであるところを、 1モディウスあたり2ドラクマで量り分け、まったく資力がなく、日々の食糧のための代価を支払うことすらできないと彼が察した人々には、代金を取らずに無料で与えた。
§12.1.3ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς·
このような慈愛の行為によって民衆の心をつかみ、驚くほどの評判を得ると、彼は再び別の食糧を買い入れるために旅立った。
καὶ παρῆν οὐ διὰ μακροῦ ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μεστὰς τροφῆς καὶ τὸν αὐτὸν τρόπον τοῖς πολίταις ἐμέτρει.
そして間もなく、食糧をいっぱいに積んだ多くの川船を引いて戻り、同じ方法で市民たちに量り分けた。
§12.1.4οἱ δὲ πατρίκιοι ταῦτα πράττοντα ὁρῶντες αὐτὸν δι ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας τοῦ ἀνδρὸς οὐδὲν ἀγαθὸν ἀπολαύσειν οἰόμενοι καὶ συνιστάμενοι κατὰ τὴν ἀγορὰν ἐσκόπουν, ὅντινα χρὴ τρόπον εὐπρεπέστερον ἄνευ κινδύνου παῦσαι τούτων αὐτὸν τῶν πολιτευμάτων·
貴族(パトリキ)たちは、彼がこのようなことをしているのを見て疑念を抱き、この男の度を越した野心からは何一つ良い結果は生じないと考え、広場に集まって、いかなる、より穏便で危険のない方法によって、彼にこれらの政治的活動を止めさせるべきかを検討した。
κρύφα μὲν τὸ πρῶτον καὶ κατʼ ὀλίγους συνιόντες καὶ διαλεγόμενοι πρὸς ἀλλήλους, ἔπειτα καὶ ἐκ τοῦ φανεροῦ καταβοῶντες, ἐπειδὴ βαρύς τε καὶ ἀφόρητος ἦν ἔργα τε πράττων ὑπερηφανίας μεστὰ καὶ
最初は密かに少人数で集まって互いに話し合っていたが、やがて公然と非難の声を上げるようになった。
§12.1.5λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ·
というのも、彼(マエリウス)の態度が横柄で耐え難いものとなり、傲慢に満ちた行為に及び、自分自身について尊大極まりない言葉を並べ立てるようになったからである。
ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἦν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσι δι’ ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς·
彼はまず、公職にある者たちの慣習であるように、目立つ演壇の上に腰掛け、食糧配給に関して近づいてくる人々の請願を一日中処理し、元老院によって任命されていた食糧長官をこの任務から追い出した。
§12.1.6ἔπειτα συνεχεῖς ποιούμενος ἐκκλησίας οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συνάγειν πολλὰ μὲν τοῦ Μηνυκίου κατηγόρει πρὸς τὸν δῆμον, ὡς ὄνομα φέροντος ἀρχῆς μόνον, ἔργον δὲ οὐδὲν ἀποδειξαμένου τοῖς πένησιν ὠφέλιμον, πολλὰ δὲ τοὺς πατρικίους διέβαλλε πρὸς τὸν δῆμον, ὡς ταῦτα πράττοντας ἐξ ὧν ὀλίγου τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται καὶ οὐδʼ ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν, οὔτε κοινῇ πάντας οὔτε ἰδίᾳ τοὺς δυνατούς, παντὸς μάλιστα δέον αὐτοὺς χρήμασί τε καὶ σώμασιν ὥσπερ αὐτὸς δὴ κακοπαθεῖν καὶ πάντοθεν ἐπεισάγειν τῇ πόλει τὰς ἀγοράς.
次いで、ローマ人の間では、私人(公職にない者)が集会を召集することは慣習にないことであるのに、頻繁に集会を催しては、ミヌキウスを民衆の前で大いに非難し、彼がただ名ばかりの職務を負っているだけで、貧しい人々にとって有益な働きは何も示していないとし、また貴族たちを民衆に対して大いに中傷し、彼らは民衆がほとんど、あるいは全く無価値な存在になるようなことを行っており、食糧不足に際しても貧困層に何の配慮も示しておらず、全体として共同でも、有力者たちが個人的にもそうであるとし、まさに自分自身が骨折っているように、彼らこそが資財と身体を投じて何よりも苦労すべきであり、あらゆる場所から市に食糧を運び込むべきであるのにそれをしていない、とした。
§12.1.7ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφʼ ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα.
さらに彼は、自分がなしている事柄を他の貴族たちの行いと比較して吟味するよう要求し、それらは互いに大いに、精度も根本的に異なっているとした。
ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πατρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπειδὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοιαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον.
すなわち、彼ら(貴族)は私財から公共のために何も費やしておらず、その上、公有地を私物化してすでに長い間その利益を享受しているのに対し、自分は公有のものを何も所有していないばかりか、父祖代々の財産を貧困層の救済のために費やしており、手元の資産を使い果たしたときには、友人たちから借金をしてまで賄っている。 そして、このような熱意の代償として、市民の好意以外には何も求めておらず、その好意よりも、およそ世にある富を尊いものとは考えていない、とした。