Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §12.1.1-12.1.7

斯普里乌斯麦利乌斯分粮与谋求僭主

第 864 段,共 962 段 · 希腊语

内容简介

在罗马发生饥荒期间,富豪斯普里乌斯·麦利乌斯通过廉价和免费分发粮食赢得了民众的支持,企图夺取僭主之位。贵族们对此深感怀疑,并谴责他排挤元老院任命的长官、在集会上诽谤贵族等傲慢行径。

§12.1.1ὅτι λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μαίλιος Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν δὲ καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος, ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾳστώνην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν.
当罗马发生严重饥荒时,有一个出身于并非不显赫的家族、且在财富方面极有权力的人,名叫斯普里乌斯·麦利乌斯,因其巨额财富而被绰称为“尤代蒙”(富裕者),他最近刚继承了父亲的家业,虽具有骑士的年龄和阶级,以至于既不能接掌公职,也不能承担任何其他公共职责,然而在军事上他比任何人都要显赫,并获得了许多战功的褒奖,他认为这是夺取僭主之位的绝佳时机,于是便转向拉拢和讨好民众,这是通往僭主之路中最容易的一条。
§12.1.2ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο.
他拥有许多同伴和庇护民,于是给他们分配了自己的资金,派往各地去搜集粮食,而他自己则前往托斯卡纳(埃特鲁里亚)。
ἐν βραχεῖ δὲ χρόνῳ διʼ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ δώδεκα δραχμῶν διδράχμου ἀπομετρῶν τὸν μόδιον· ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδʼ ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος.
在短时间内,他通过自己和同伴们运回了大量粮食并分配给市民,每一莫迪乌斯仅收取两德拉克马,而不是通常的十二德拉克马;而对于那些他察觉到完全无能为力、甚至连购买一日口粮的代金都付不起的人,他则免费赠予。
§12.1.3ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς· καὶ παρῆν οὐ διὰ μακροῦ ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μεστὰς τροφῆς καὶ τὸν αὐτὸν τρόπον τοῖς πολίταις ἐμέτρει.
他用这种慈善举动赢得了民心,并获得了令人惊叹的名声,随后他再次动身去采购其他粮食;不久之后,他便带着许多装满粮食的河运船只返回,并以同样的方式将粮食分量配给市民。
§12.1.4οἱ δὲ πατρίκιοι ταῦτα πράττοντα ὁρῶντες αὐτὸν δι ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας τοῦ ἀνδρὸς οὐδὲν ἀγαθὸν ἀπολαύσειν οἰόμενοι καὶ συνιστάμενοι κατὰ τὴν ἀγορὰν ἐσκόπουν, ὅντινα χρὴ τρόπον εὐπρεπέστερον ἄνευ κινδύνου παῦσαι τούτων αὐτὸν τῶν πολιτευμάτων·
贵族们见他如此行事,便心生怀疑,认为从这男子的过度野心中不会得到任何好处,于是聚集在广场上,商讨应当以何种更为得体且没有危险的方式来制止他的这些政治活动。
κρύφα μὲν τὸ πρῶτον καὶ κατʼ ὀλίγους συνιόντες καὶ διαλεγόμενοι πρὸς ἀλλήλους, ἔπειτα καὶ ἐκ τοῦ φανεροῦ καταβοῶντες, ἐπειδὴ βαρύς τε καὶ ἀφόρητος ἦν ἔργα τε πράττων ὑπερηφανίας μεστὰ καὶ §12.1.5λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ·
起初他们私下里少数人聚集并互相交谈,随后甚至公开指责他,因为他变得既专横又令人难以容忍,所作所为充满了傲慢,并且发表了关于他自己的狂妄言论。
ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἦν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσι δι’ ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς·
他首先坐在一个显眼的讲台上,就像那些拥有公职的人的习惯一样,整天为那些因粮食分配而前来的人办理事务,从而将元老院所任命的粮食长官驱逐出了这一职务。
§12.1.6ἔπειτα συνεχεῖς ποιούμενος ἐκκλησίας οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συνάγειν πολλὰ μὲν τοῦ Μηνυκίου κατηγόρει πρὸς τὸν δῆμον, ὡς ὄνομα φέροντος ἀρχῆς μόνον, ἔργον δὲ οὐδὲν ἀποδειξαμένου τοῖς πένησιν ὠφέλιμον, πολλὰ δὲ τοὺς πατρικίους διέβαλλε πρὸς τὸν δῆμον, ὡς ταῦτα πράττοντας ἐξ ὧν ὀλίγου τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται καὶ οὐδʼ ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν, οὔτε κοινῇ πάντας οὔτε ἰδίᾳ τοὺς δυνατούς, παντὸς μάλιστα δέον αὐτοὺς χρήμασί τε καὶ σώμασιν ὥσπερ αὐτὸς δὴ κακοπαθεῖν καὶ πάντοθεν ἐπεισάγειν τῇ πόλει τὰς ἀγοράς.
接着,他频繁地举行集会——尽管在罗马人的习俗中,私人召集集会是不合规矩的——他向民众极力控诉米努基乌斯,称其徒有官职之名,却未曾为穷人做出任何有益的事实,同时他向民众极力诽谤贵族,称他们所做的事将使民众变得几乎毫无价值,甚至在发生粮荒时也对穷人毫无关怀,无论是全体共同还是有权势的个人皆是如此,而他们最应当像他自己那样,用金钱和肉体去承受艰辛,并从各处将粮食引入城内。
§12.1.7ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφʼ ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα.
还要求将他自己的所作所为与其余贵族的行径进行对比考察,称两者大相径庭、完全不同。
ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πατρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπειδὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοιαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον.
因为那些人没有从私人财产中为公共利益花费任何东西,甚至强占公有地并已经享受了很长时间的收益;而他自己不仅没有占有任何公有财产,甚至还将父辈的家产资助给贫困者,一旦耗尽了现有的财产,就向朋友借贷,而对于这种热忱,他除了市民的善意之外,不图任何回报,而且他认为世人的任何财富都不比这善意更为珍贵。

词汇与语法注释

  1. 12.1.1ὅτι — 句首的 ὅτι 常见于拜占庭时期的历史著作摘录(Epitome)中,起引导或总结性作用。此处作为叙事的开端直接译出。
  2. 12.1.1οἷα μήτε ἀρχὰς παραλαμβάνειν — οἷα 搭配不定式表示性质或限制性结果(“以至于不能……”)。这表明麦利乌斯仅属于骑士阶级,无法直接担任高级公职。
  3. 12.1.2ὅσους δὲ αἴσθοιτο ... χαριζόμενος — 分词 χαριζόμενος 在此实际上起到了限定动词的作用,或者松散地承接前文,亦或省略了表示给与的动词。
  4. 12.1.6οὐκ ὂν ἐν ἔθει — 非人称的宾格绝对(accusative absolute)分词结构(“并非其习惯”),用作插叙性的让步或环境说明。
  5. 12.1.6ὡς ὄνομα φέροντος — 由 ὡς 引导的属格绝对(genitive absolute)结构,用于呈现麦利乌斯主观上的指控内容而非客观事实。
  6. 12.1.7ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν — 惯用短语 ὅτι μή 在此意为“除了……之外”,限定了前文的否定代词 οὐθέν。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §12.1.1-12.1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:12.1.1-12.1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。