§11.62.1οὗτοι παραλαμβάνουσι πρῶτοι τὴν ἀνθύπατον ἀρχὴν κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Διφίλου.
この者たちが、アテナイにおいてディフィロスがアルコンであった年、第84オリンピアードの第3年に、最初にプロコンスルの権限を引き受けた。
μετασχόντες δʼ αὐτῆς ἑβδομήκοντα καὶ τρεῖς μόνον ἡμέρας ἀποτίθενται κατὰ τὸν ἀρχαῖον ἐθισμὸν ἑκούσιοι, θεοπέμπτων τινῶν σημείων κωλυτηρίων αὐτοῖς τοῦ
しかし、その任にあったのはわずか73日間にすぎず、彼らは古い慣習に従って自発的にそれを退いた。
§11.62.2πράττειν τὰ κοινὰ γενομένων.
神の送ったある不吉な兆候が、彼らの公務の遂行を妨げるものとして現れたからである。
τούτων δὲ τὴν ἐξουσίαν ἀπειπαμένων ἡ βουλὴ συνελθοῦσα μεσοβασιλεῖς ἀποδείκνυσι.
彼らがこの権限を辞退すると、元老院は集会を開いてインターレクスたちを任命した。
καὶ ἐκεῖνοι προειπόντες ἀρχαιρέσια καὶ τῷ δήμῳ τὴν διάγνωσιν ἀποδιδόντες, εἴτε βούλεται χιλιάρχους εἴτε ὑπάτους ἀποδεῖξαι, κρίναντος αὐτοῦ μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς, ἀπέδοσαν τοῖς βουλομένοις τῶν πατρικίων μετιέναι τὴν ὕπατον ἀρχήν·
そしてインターレクスたちは選挙を告示したうえで、軍事執政官を選出したいのか、それとも執政官を選出したいのか、決定権を民衆に委ねた。 民衆が当初からの慣習にとどまることを決定したため、彼らはパトリキのうちで望む者たちに執政官職への立候補を認めた。
καὶ γίνονται πάλιν ἐκ τῶν πατρικίων ὕπατοι Λεύκιος Παπίριος Μογιλλᾶνος καὶ Λεύκιος Σεμπρώνιος Ἀτρατῖνος, ἑνὸς §11.62.3τῶν ἀποθεμένων τὴν χιλιαρχίαν ἀδελφός.
こうして再びパトリキの中から、ルキウス・パピリウス・ムギッラヌスと、軍事執政官を辞した者のうちの一人の兄弟であるルキウス・センプロニウス・アトラティヌスが執政官となった。
αὗται δύο κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀρχαὶ Ῥωμαίων αἱ τὸ μέγιστον ἔχουσαι κράτος ἐγένοντο·
これらローマの最高権力を有する二つの官職が、同一の年に設置されることになったのである。
πλὴν οὐκ ἐν ἁπάσαις ταῖς Ῥωμαικαῖς χρονογραφίαις ἀμφότεραι φέρονται, ἀλλʼ ἐν αἷς μὲν οἱ χιλίαρχοι μόνον, ἐν αἷς δʼ οἱ ὕπατοι, ἐν οὐ πολλαῖς δʼ ἀμφότεροι, αἷς ἡμεῖς οὐκ ἄνευ λογισμοῦ συγκατατιθέμεθα, πιστεύοντες δὲ ταῖς ἐκ τῶν ἱερῶν τε καὶ ἀποθέτων βίβλων μαρτυρίαις.
ただし、すべてのローマの年代記に両方が記録されているわけではなく、あるものには軍事執政官のみが、またあるものには執政官のみが記載されており、両方が記載されているものは多くない。 私はそれらの記述に根拠なく同意しているのではなく、神聖で秘蔵された書物の証言を信頼してのことである。
§11.62.4ἄλλο μὲν οὖν οὐδὲν ἐπὶ τῆς τούτων ἀρχῆς οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἔργον ἱστορίας ἄξιον ἐπράχθη, συνθῆκαι δὲ πρὸς τὴν Ἀρδεατῶν πόλιν ἐγένοντο περὶ φιλίας τε καὶ συμμαχίας·
さて、彼らの任期中には、軍事面でも政治面でも、歴史に記録するに値する他のいかなる出来事も行われなかった。 しかし、アルデアの都市との間で友好および同盟に関する条約が結ばれた。
ἐπρεσβεύσαντο γὰρ ἀποτιθέμενοι τὰ περὶ τῆς χώρας ἐγκλήματα παρακαλοῦντες φίλοι Ῥωμαίων γενέσθαι καὶ σύμμαχοι.
彼らは領地に関する不満を脇に置き、ローマ人の友人かつ同盟者となることを求めて使節を派遣してきたからである。
ταύτας τὰς συνθήκας τὸ τῶν ὑπάτων ἀρχεῖον ἐπεκύρωσε.
この条約を、執政官の役所が承認した。