§11.62.1οὗτοι παραλαμβάνουσι πρῶτοι τὴν ἀνθύπατον ἀρχὴν κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Διφίλου.
这些人是在第八十四届奥林匹亚德的第三年、在雅典执政官狄菲洛斯任内,首次接掌代执政官权力的。
μετασχόντες δʼ αὐτῆς ἑβδομήκοντα καὶ τρεῖς μόνον ἡμέρας ἀποτίθενται κατὰ τὸν ἀρχαῖον ἐθισμὸν ἑκούσιοι, θεοπέμπτων τινῶν σημείων κωλυτηρίων αὐτοῖς τοῦ §11.62.2πράττειν τὰ κοινὰ γενομένων.
在担任该职仅七十三天之后,他们便按照古老习俗自愿卸任,因为出现了一些神明降下的不祥之兆,阻止他们处理公务。
τούτων δὲ τὴν ἐξουσίαν ἀπειπαμένων ἡ βουλὴ συνελθοῦσα μεσοβασιλεῖς ἀποδείκνυσι.
在这些人辞去权力后,元老院集会并指定了间王。
καὶ ἐκεῖνοι προειπόντες ἀρχαιρέσια καὶ τῷ δήμῳ τὴν διάγνωσιν ἀποδιδόντες, εἴτε βούλεται χιλιάρχους εἴτε ὑπάτους ἀποδεῖξαι, κρίναντος αὐτοῦ μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς, ἀπέδοσαν τοῖς βουλομένοις τῶν πατρικίων μετιέναι τὴν ὕπατον ἀρχήν·
这些间王宣布举行选举,并将决定权交还给民众,让他们选择是希望指定军政官还是执政官;在民众决定保留最初的习俗后,他们允许有意愿的贵族竞选执政官职务。
καὶ γίνονται πάλιν ἐκ τῶν πατρικίων ὕπατοι Λεύκιος Παπίριος Μογιλλᾶνος καὶ Λεύκιος Σεμπρώνιος Ἀτρατῖνος, ἑνὸς §11.62.3τῶν ἀποθεμένων τὴν χιλιαρχίαν ἀδελφός.
于是,来自贵族的卢基乌斯·巴皮里乌斯·莫吉拉努斯和卢基乌斯·塞姆普罗尼乌斯·阿特拉蒂努斯再次成为执政官,后者是那些卸任军政官职务者中一人的兄弟。
αὗται δύο κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀρχαὶ Ῥωμαίων αἱ τὸ μέγιστον ἔχουσαι κράτος ἐγένοντο· πλὴν οὐκ ἐν ἁπάσαις ταῖς Ῥωμαικαῖς χρονογραφίαις ἀμφότεραι φέρονται, ἀλλʼ ἐν αἷς μὲν οἱ χιλίαρχοι μόνον, ἐν αἷς δʼ οἱ ὕπατοι, ἐν οὐ πολλαῖς δʼ ἀμφότεροι, αἷς ἡμεῖς οὐκ ἄνευ λογισμοῦ συγκατατιθέμεθα, πιστεύοντες δὲ ταῖς ἐκ τῶν ἱερῶν τε καὶ ἀποθέτων βίβλων μαρτυρίαις.
这两个罗马拥有最高权力的官职在同一年内设立;然而并非在所有的罗马编年史中都同时载有二者,有些仅载有军政官,有些仅载有执政官,同时载有二者的并不多。 我们对这些少数记载表示赞同并非毫无依据,而是基于对来自神圣和秘藏典籍之证言的信任。
§11.62.4ἄλλο μὲν οὖν οὐδὲν ἐπὶ τῆς τούτων ἀρχῆς οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἔργον ἱστορίας ἄξιον ἐπράχθη, συνθῆκαι δὲ πρὸς τὴν Ἀρδεατῶν πόλιν ἐγένοντο περὶ φιλίας τε καὶ συμμαχίας·
因此,在他们的任期内,无论是军事还是政治上,都没有发生其他值得载入史册的事情;但罗马与阿尔代亚人的城市缔结了关于友好与同盟的条约。
ἐπρεσβεύσαντο γὰρ ἀποτιθέμενοι τὰ περὶ τῆς χώρας ἐγκλήματα παρακαλοῦντες φίλοι Ῥωμαίων γενέσθαι καὶ σύμμαχοι.
因为阿尔代亚人派遣使节,搁置了关于领土的纠纷,请求成为罗马人的朋友和盟友。
ταύτας τὰς συνθήκας τὸ τῶν ὑπάτων ἀρχεῖον ἐπεκύρωσε.
执政官的公署批准了这一条约。