§11.50.1ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος·
元老院が凱旋式の挙行を否決すると、ウァレリウスらは憤慨し、自分たちが極めて不当な侮辱を受けていると考えて、民衆を民会に召集した。
καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο εἰσηγησάμενοι τὸ ἔθος.
そして、元老院を激しく非難し、護民官たちも彼らを支持して発言し法案を提案したため、彼らは民衆から凱旋式の挙行を認められた。 彼らはすべてのローマ人の中で、この慣行を導入した最初の者たちであった。
§11.50.2ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους·
これにより、平民たちは再び貴族たちとの非難と対立のなかに身を置くことになった。
παρώξυνον δʼ αὐτοὺς οἱ δήμαρχοι καθʼ ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες.
護民官たちは連日民会を開き、元老院を厳しく批判して平民たちを煽り立てた。
ἦν δʼ ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τʼ ἀδεσπότοις καὶ εἰκασμοῖς αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι·
そして、多くの人々を最も刺激した疑念(これは彼らが強固なものになるよう仕向けたものであり、出所不明の噂や少なからぬ推測によって増幅されていたが)は、貴族たちがウァレリウスらの執政官たちの承認した法律を廃止するだろうというものであった。
δόξα τʼ ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε.
強固で、確信に近い確実さを持った考えが多くの人々の間に広がっていた。
καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτʼ ἦν.
これらの執政官のもとで行われたことは、以上の通りであった。