Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.50.1-11.50.2

民会批准凯旋式与阶层冲突的再起

第 850 段,共 962 段 · 希腊语

内容简介

在元老院否决其凯旋式后,执政官瓦莱里乌斯等人争取到民众与护民官的支持并获得民会许可,这导致平民与贵族的对立再次升温。

§11.50.1ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος· καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο εἰσηγησάμενοι τὸ ἔθος.
当元老院否决了凯旋式后,瓦莱里乌斯等人感到愤慨,认为自己受到了极大的侮辱,于是召集民众举行大会;在对元老院进行了诸多指责后,由于护民官们也支持他们并提出法案,他们从民众那里获得了举行凯旋式的许可,成为所有罗马人中首创这一惯例的人。
§11.50.2ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους·
从此,平民与贵族之间再次陷入指责与冲突之中。
παρώξυνον δʼ αὐτοὺς οἱ δήμαρχοι καθʼ ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες.
护民官们每天召集大会,发表许多反对元老院的言论以煽动平民。
ἦν δʼ ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τʼ ἀδεσπότοις καὶ εἰκασμοῖς αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι· δόξα τʼ ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε.
而最激怒大众的疑虑(这是那些人设法使之变得根深蒂固,并通过无主谣言和不少推测而加剧的)是,贵族们将废除瓦莱里乌斯等执政官所批准的法律;一种强烈且几近于确信的观点支配了大众。
καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτʼ ἦν.
在这些执政官任内所发生的事便是这些。

词汇与语法注释

  1. 11.50.1δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι — 现在时被动不定式 ὑβρίζεσθαι 的逻辑主语因与分词 ὑπολαμβάνοντες 的主语(即主句主语 οἱ περὶ τὸν Οὐαλέριον)一致而被省略。伴随同源表达 δεινὴν ὕβριν 增强了对受到严重侮辱的语意强调。
  2. 11.50.2ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους — 带有 ὡς 的将来时分词独立属格结构,用以解释名词 ὑπόληψις(疑虑)的内容。小词 ὡς 表示主观信念或传言(“由于认为……”、“借口……”),而将来时分词 καταλυσόντων 则表达了贵族们被预期的意图或未来的行动。
  3. 11.50.2οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι — 动词 ἀπέχω(“距离……遥远”)要求属格补足语,此处为属格冠词性不定式 τοῦ πίστις εἶναι,其中 πίστις 作为该不定式的表语。该短语字面意思是“离成为确信不远”,表示该舆论几乎已成为大众的坚定信念。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.50.1-11.50.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.50.1-11.50.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。