Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.5.1-11.5.4

ホラティウスによる十人官の専横と弾圧への糾弾

805 / 962 箇所 · ギリシア語

要旨

ウァレリウスの発言が遮られると、マルクス・ホラティウス・バルバトゥスが立ち上がり、任期を過ぎた十人官たちの不当な支配と発言弾圧を激しく糾弾する。

§11.5.1ὡς δὲ ταῦτʼ εἶπεν, ὁ Φάβιος ἐκάθητο ὑπʼ αἰσχύνης οὐδὲν ἀποκρινόμενος, Ἄππιος δὲ καὶ οἱ λοιποὶ δέκα πάντες ἀναπηδήσαντες ἐκώλυον αὐτὸν λέγειν.
ウァレリウスがこのように言うと、ファビウスは恥じて何も答えずに座っていたが、アッピウスと他の残りの十人官全員が飛び起きて、彼が発言するのを妨げた。
θορύβου δὲ πολλοῦ κατασχόντος τὸ συνέδριον καὶ τῶν μὲν πλείστων ἀγανακτούντων, τῶν δʼ ἐκ τῆς ἑταιρείας αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων, ἀνίσταται Μάρκος Ὁράτιος ὁ Βαρβᾶτος ἐπικληθεὶς ἀπόγονος Ὁρατίου τοῦ συνυπατεύσαντος Ποπλίῳ Οὐαλερίῳ Ποπλικόλᾳ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ἀνὴρ καὶ τὰ πολεμικὰ δεινὸς καὶ λέγειν οὐκ ἀδύνατος, Οὐαλερίῳ δʼ ἐκ παλαιοῦ φίλος·
そして大きな騒ぎが元老院を支配し、大半の人々が憤る一方で、彼らの派閥の者たちが彼ら(十人官)の行動を正しいと考えていた中で、バルバトゥスと名乗るマルクス・ホラティウスが立ち上がった。 彼は王たちの追放の後にプブリウス・ウァレリウス・プブリコラとともに執政官を務めたホラティウスの子孫であり、軍事においても優れ、演説においても無能ではない男で、ウァレリウスとは古くからの友人であった。
ὃς οὐκέτι κατασχὼν τὴν χολὴν ἔφησε·
彼はもはや怒りを抑えきれずに、こう言った。
§11.5.2θᾶττόν μʼ ἀναγκάσετε, Ἄππιε, τοὺς χαλινοὺς διαρρῆξαι οὐκέτι μετριάζοντες, ἀλλὰ τὸν Ταρκύνιον ἐκεῖνον ἐνδυόμενοι, οἵ γʼ οὐδὲ λόγου τυχεῖν ἐᾶτε τοὺς περὶ σωτηρίας τῶν κοινῶν βουλομένους λέγειν.
「アッピウスよ、あなた方がもはや節度を守らず、むしろあのタルクィニウスの皮を被ろうとするなら、あなた方はすぐにでも私に手綱を断ち切らせることになるだろう。 国家の救済について発言することを望む者たちに、発言の機会を得ることさえ許さないあなた方なのだから。
πότερον ὑμῶν ἐξελήλυθεν ἐκ τῆς διανοίας, ὅτι σώζονται μὲν οἱ Οὐαλερίων ἀπόγονοι τῶν ἐξελασάντων τὴν τυραννίδα, λείπεται δὲ διαδοχὴ τῆς Ὁρατίων οἰκίας, οἷς πάτριόν ἐστιν. ὁμόσε χωρεῖν τοῖς καταδουλουμένοις τὴν πατρίδα καὶ μετὰ τῶν ἄλλων καὶ μόνοις; §11.5.3ἤ τοσαύτην κατεγνώκατε καὶ ἡμῶν καὶ τῶν ἄλλων Ῥωμαίων ἀνανδρίαν, ὥστʼ ἀγαπήσειν ἐάν τις ἐᾷ ζῆν ἡμᾶς ὁπωσδήποτε, ὑπὲρ ἐλευθερίας δὲ καὶ παρρησίας μήτʼ ἐρεῖν μήτε πράξειν μηθέν;
あるいは、あなた方は私たちや他のローマ人の臆病さをそれほどまでに見下しているのか、たとえ誰かが私たちをどのような形であれ生かしておいてくれるだけで満足し、自由と直言のためには何も語らず何も行わないであろうと(考えるほどに)?
ἢ μεθύετε τῷ μεγέθει τῆς ἐξουσίας;
あるいは、あなた方は権力の大きさに酔いしれているのか。
ὑμεῖς Οὐαλερίου λόρον ἀφελεῖσθε ἢ τῶν ἄλλων τινὸς βουλευτῶν τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες νόμιμον;
あなた方はどのような立場で、あるいはどのような合法的な官職を保持していて、ウァレリウスや他の元老院議員の発言権を奪うつもりなのか。
οὐκ εἰς ἐνιαυτὸν ἀπεδείχθητε τῶν κοινῶν προστάται;
あなた方は1年の任期で国家の指導者に任命されたのではなかったか。
οὐ παρῴχηκεν ὁ τῆς ἀρχῆς ὑμῶν χρόνος;
あなた方の官職の任期はすでに過ぎ去ったのではないか。
οὐκ ἰδιῶται τῷ νόμῳ γεγόνατε;
法律上、あなた方は民間人になっているのではないか。
ταῦτʼ εἰς τὸν δῆμον βουλεύεσθε ἐξενεγκεῖν.
あなた方は、これらのことを民衆の前に持ち出すことを計画しているのか。
§11.5.4τί γὰρ δὴ καὶ τὸ κωλῦον ἔσται τὸν βουλόμενον ἡμῶν τὴν ἐκκλησίαν συγκαλεῖν, καὶ τὴν ἐξουσίαν ὑμῶν, ἣν παρὰ τοὺς νόμους ἔχετε, κατηγορεῖν;
いったい何が、私たちのうち望む者が民会を招集し、あなた方が法に反して保持している権力を告発することを妨げるものとなるだろうか。
ἀνάδοτε τοῖς πολίταις ψῆφον ὑπὲρ αὐτοῦ τούτου, πότερα δεῖ μένειν τὴν δεκαδαρχίαν ὑμῶν, ἢ τὰς πατρίους πάλιν ἀποδείκνυσθαι ἀρχάς·
市民たちにまさにこの点について、すなわちあなた方の十人官制が維持されるべきか、それとも先祖伝来の官職が再び任命されるべきかについて、投票を委ねてみなさい。
κἂν τοῦτο μανεὶς ὁ δῆμος ὑπομείνῃ, πάλιν τὴν αὐτὴν κατάστασιν ἔχετε καὶ κωλύετε λέγειν, ὁπόσα βούλεταί τις ὑπὲρ τῆς πατρίδος.
そして、もし民衆が狂気に陥ってこれを受け入れるなら、再び同じ体制を維持し、祖国のために誰かが望む限りのことを語るのを妨げるがよい。
ἄξιοι γὰρ ἂν εἴημεν καὶ ταῦτα καὶ ἔτι χείρονα τούτων πάσχειν ἐφʼ ὑμῖν γενόμενοι καὶ ῥυπαίνοντες αἰσχρῷ βίῳ τὰς ἑαυτῶν τε καὶ τῶν προγόνων ἀρετάς.
というのも、もし私たちがあなた方の支配下に置かれ、恥ずべき生によって自分たちの、そして祖先たちの徳を汚すことになるならば、私たちはこのようなこと、またこれよりもさらに悪い苦しみを受けるに値するであろうからだ。 」

語釈・文法注

  1. 11.5.1αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων — 対格である αὐτούς は十人官たちを指し、不定詞 λέγειν の意味上の主語。大多数の議員(τῶν μὲν πλείστων)が十人官の制止行為に憤慨する一方で、十人官の徒党(τῶν δʼ ἐκ τῆς ἑταιρείας)は「彼ら(十人官)が〔発言を遮るよう〕言うのが正しい」と支持していたという対比を示す。
  2. 11.5.2οἵ γʼ — 関係代名詞 οἵ に因果関係・主観的理由を付加する小辞 γε が結びついた形(qui-causal)。「(国家の救済について望む者の発言機会さえ奪う)あなた方なのだから」と、話し手の非難の理由を強調している。
  3. 11.5.3τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες — 疑問代名詞が分詞に直接かかる、ギリシア語に特徴的な倒置構文。「いかなる者であって、またはいかなる合法的官職を保持していて(発言権を奪うのか)」と、相手の現在の資格の無さを鋭く追及する付帯状況の表現。
  4. 11.5.4ἐφʼ ὑμῖν γενόμενοι — 前文の潜在表現である ἄξιοι γὰρ ἂν εἴημεν...πάσχειν(帰結)に対して、条件節(前件)の役割を果たす副詞的分詞。「ἐπί +与格」で「〜の支配下に置かれるならば、〜のなすがままにされるならば」という仮定を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.5.1-11.5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.5.1-11.5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。