Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.4.1-11.4.7

元老院の招集とウァレリウスによる十人官糾弾

804 / 962 箇所 · ギリシア語

要旨

十人官たちが元老院を招集して軍の徴募と出陣を決定しようとするが、これに対して若き元老院議員ウァレリウスが立ち上がり、十人官の専横と権力濫用を厳しく非難する。

§11.4.1ταῦτα βουλευσάμενοι καὶ παρασκευάσαντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ συγγενῶν τοὺς ἀγορεύσοντας ἐν τῷ συνεδρίῳ τὰς συμφερούσας αὐτοῖς γνώμας καὶ τοῖς μὴ ταὐτὰ προαιρουμένοις ἐναντιωσομένους προῆλθον εἰς τὴν ἀγορὰν καὶ παραστησάμενοι τὸν κήρυκα τοὺς βουλεύοντας ἐξ ὀνόματος καλεῖν ἐκέλευον.
彼らはこのように熟議し、また、元老院会議において自分たちに都合の良い意見を述べ、自分たちと異なる志を持つ者たちに反対する者を自分たちの派閥の者や親族の中から用意した上で、広場へと進み出て、伝令を傍らに立たせ、元老院議員たちを一人ずつ名指しで呼び出すよう命じた。
§11.4.2ὑπήκουε δʼ αὐτοῖς τῶν μετρίων οὐδείς.
しかし、穏健な者たちのうちで彼らに従う者は一人もいなかった。
πολλάκις δὲ τοῦ κήρυκος βοῶντος καὶ παριόντος οὐδενὸς εἰ μὴ τῶν κολακευόντων τὴν ὀλιγαρχίαν, ἐν οἷς ἦν τὸ κάκιστον τῆς ὀλιγαρχίας μέρος, οἱ μὲν τότʼ ὄντες κατὰ τὴν ἀγορὰν ἐθαύμαζον, εἰ περὶ μηδενὸς πώποτε συγκαλέσαντες τὴν βουλήν, τότε πρῶτον ἔγνωσαν, ὅτι καὶ συνέδριον ἦν τι παρὰ Ῥωμαίοις ἀγαθῶν ἀνδρῶν, οὓς ἔδει περὶ τῶν κοινῶν σκοπεῖν.
伝令が何度も大声を出し、寡頭政におもねる者たち(その中には寡頭政の最悪の部分が含まれていた)のほかには誰も進み出てこない中で、当時広場にいた人々は、彼らがこれまで一度も何事についても元老院を招集したことがなかったのに、ローマ人の中に国事について審議すべき優れた男たちの会議というものが存在していたことをその時初めて知ったかのように、驚き怪しんだ。
§11.4.3οἱ δέκα δὲ ταῦθʼ ὁρῶντες ἐπεχείρησαν μὲν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς ἄγειν·
十人官たちはこの状況を見て、元老院議員たちをそれぞれの家から連れてこようと試みた。
πυθόμενοι δὲ τὰς πλείους ἐρήμους ἀφειμένας εἰς τὴν ὑστεραίαν ἀνεβάλοντο.
しかし、大部分の家が空のまま放置されていることを知ると、彼らは会議を翌日に延期した。
ἐν δὲ τῷ μεταξὺ χρόνῳ πέμποντες ἐπὶ τοὺς ἀγροὺς ἐκεῖθεν αὐτοὺς ἐκάλουν.
そして、その間の時間に田舎へと使者を送り、彼らをそこから呼び出した。
πληρωθέντος δὲ τοῦ συνεδρίου προελθὼν Ἄππιος, ὁ τῆς δεκαδαρχίας ἡγεμών, ἀπήγγειλεν ὅτι διχόθεν ἀπό τε Αἰκανῶν καὶ Σαβίνων ἐπάγεται τῇ Ῥώμῃ πόλεμος·
元老院が満たされると、十人官の指導者であるアッピウスが進み出て、アイクイ人とサビニ人の双方からローマに対して戦争が仕掛けられていると告げた。
καὶ διεξῆλθε λόγον ἐκ πολλῆς συγκείμενον ἐπιμελείας, οὗ τέλος ἦν ψηφίσασθαι στρατοῦ καταγραφὴν καὶ διὰ τάχους ποιῆσαι τὴν ἔξοδον, ὡς οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ.
そして彼は細心の注意を払って構成された演説を行い、その結論は、時期が猶予を与えないものであるとして、軍の徴募を決議し、迅速に出陣することであった。
§11.4.4ταῦτα δὲ αὐτοῦ λέγοντος ἀνίσταται Λεύκιος Οὐαλέριος ἐπωνυμίαν Ποτῖτος, ἀνὴρ μέγα φρονῶν ἐπὶ τοῖς προγόνοις·
彼がこのように語っている時、祖先について大いなる誇りを持つ男、ポティトゥスの異名を持つルキウス・ウァレリウスが立ち上がった。
πατὴρ μὲν γὰρ αὐτῷ Οὐαλέριος ἦν ὁ τὸν Σαβῖνον Ἑρδώνιον ἐκπολιορκήσας κατέχοντα τὸ Καπετώλιον, καὶ τὸ μὲν φρούριον ἀνακτησάμενος, αὐτὸς δʼ ἐκ τῆς μάχης ἀποθανών· πάππος δὲ πρὸς πατρὸς Ποπλικόλας ὁ τοὺς βασιλεῖς ἐκβαλὼν καὶ τὴν ἀριστοκρατίαν καταστησάμενος.
というのも、彼の父はカピトリウムを占拠していたサビニ人のヘルドニウスを包囲攻略し、その砦を奪還したものの自らはその戦闘で戦死したウァレリウスであり、父方の祖父は王たちを追放して貴族政を樹立したプブリコラであったからである。
§11.4.5παριόντα δʼ αὐτὸν ἔτι καταμαθὼν Ἄππιος καὶ καθʼ ἑαυτοῦ τι λέξειν ἐλπίσας·
アッピウスは、彼がなおも進み出てくるのを見極め、自分に不利なことを語るであろうと予期して、こう言った。
οὐχ οὗτος ὁ τόπος, εἶπεν, ὦ Οὐαλέριε, σός, οὐδὲ προσήκει σοι νῦν λέγειν, ἀλλʼ ὅταν οἵδε οἱ πρεσβύτεροι καὶ τιμιώτεροί σου γνώμην ἀγορεύσωσι, τότε καὶ σὺ κληθεὶς ἐρεῖς ὅ τι σοι δοκεῖ·
「ウァレリウスよ、ここはお前の場所ではないし、今お前が発言するのもふさわしくない。 お前よりも年長で敬意を払われるべき者たちが意見を述べ終えた時、その時にこそお前も呼び出されて自分の思うところを語るがよい。
νῦν δὲ σιώπα καὶ κάθησο.
今は黙って座っていなさい。
ἀλλʼ οὐχ ὑπὲρ τούτων, ἔφησεν ὁ Οὐαλέριος, ἀνέστηκα ἐρῶν, ἀλλʼ ὑπὲρ ἄλλων μειζόνων τε καὶ ἀναγκαιοτέρων, ὑπὲρ ὧν οἴομαι δεῖν πρῶτον ἀκοῦσαι τὴν βουλήν. §11.4.6εἴσονται δʼ ἐξ ὧν ἂν ἀκούσωσιν οὗτοι, πότερα ταῦτʼ ἐστὶν ἀναγκαιότερα τοῖς κοινοῖς, ὑπὲρ ὧν ὑμεῖς αὐτοὺς συγκεκλήκατε, ἢ τὰ ὑπʼ ἐμοῦ λεχθησόμενα.
」しかしウァレリウスは言った。 「私が発言するために立ち上がったのは、それらのことについてではなく、他のより重大で、より緊迫した事柄についてであり、それについてこそ、まず元老院が耳を傾けるべきであると私は考える。 」「そしてこの方々は自分たちが耳にすることから、あなた方が彼らを招集した理由である事柄と、これから私が語る事柄のどちらが国家にとってより緊迫しているかを知ることになるだろう。
ἀλλὰ μή μʼ ἀποστέρει λόγου βουλευτὴν ὄντα καὶ Οὐαλέριον καὶ περὶ σωτηρίας τῆς πόλεως λέγειν βουλόμενον.
だから、元老院議員でありウァレリウスであり、国家の救済について語ることを望んでいる私から発言の機会を奪わないでほしい。
ἐὰν δὲ φυλάττῃς τὴν συνήθη πρὸς ἅπαντας αὐθάδειαν, δημάρχους μὲν ποίους ἐπικαλέσομαι;
もしあなたが万事に対していつもの傲慢さを維持するつもりなら、私はどのような護民官に訴えかければよいのか。
καταλέλυται γὰρ ἡ τῶν κατισχυομένων πολιτῶν βοήθεια ὑφʼ ὑμῶν.
虐げられた市民への救済は、あなた方によって廃止されてしまったのだから。
§11.4.7καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι;
」「それにしても、ウァレリウスでありながら、最も卑しい者の一人のように同等の権利を持てず、護民官の権能を求めねばならないとは、これがいかなる悪よりも劣らない悪でなくて何であろうか。
οὐ μὴν ἀλλʼ ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε·
とはいえ、私たちがその官職を奪われた以上、アッピウスとともにその官職の権能を引き継ぎ、市を支配しているあなた方全員に私は呼びかける。 もっとも、これが無駄なことであるのを私は知らぬわけではないが、あなた方が市の秩序を混乱させ、皆が一つの意志を共有しているというあなた方の陰謀を、すべての人に対して明らかにしたいがためである。
μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις.
いや、むしろ私を呼びかけるのはあなた一人に対してである、クイントゥス・ファビウス・ウィブラヌスよ、三度の執政官職によって飾られているあなたよ、もしあなたがまだ同じ考えを持っておられるならば。
ἀλλʼ ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις·
さあ、立ち上がって、虐げられている者たちを救いなさい。
εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον.
元老院はあなたに注目しているのだから。 」

語釈・文法注

  1. 11.4.2εἰ ... τότε πρῶτον ἔγνωσαν — 驚きを表す動詞 ἐθαύμαζον の目的語として事実を導く εἰ 節。ここでは「〜かどうか」という疑念や仮定ではなく、「〜であることに」という事実に対する驚きを表す名詞節(英語の that 節に相当)として解釈される。
  2. 11.4.3ὡς οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ — 主観的な理由や口実を示す接続詞 ὡς を伴う独立属格構文。状況(ὁ καιρός)が猶予(ἀναστροφή)を許さないという、発話者(アッピウス)の主観的主張や名目を表している。
  3. 11.4.7οὐ μὴν ἀλλʼ — 省略を伴う慣用的な接続表現。前述の内容を部分的に否定または留保しつつ、「とはいえ」「それにもかかわらず(nevertheless)」と逆接的に新たな文脈へと話を展開させる働きを持つ。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.4.1-11.4.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.4.1-11.4.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。