§11.40.1τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς.
さて、市内の情勢はこのように混乱していた。
Οὐεργίνιος δʼ, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ
一方、自らの手で娘を殺めたと私が先に述べたウェルギニウスは、馬を全速力で駆り、灯火がともる頃にアルギドゥス山の近くにある陣営に到着した。
§11.40.2χειρὸς ἔχων.
彼は市内を飛び出した時のままの姿で、全身血まみれであり、手には肉屋の肉切り包丁を握りしめていた。
ἰδόντες δʼ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τʼ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν.
陣営の前で衛兵の任務についていた者たちは、彼を見ると、何が起きたのか推測できずに途方に暮れ、何か重大で恐るべき事態を聞き出そうと、彼の後を追った。
ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν·
彼はしばらくの間、泣きながら進み、近づいてくる者たちに付いてくるよう身振りで示していた。
ἐξέτρεχον δʼ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι §11.40.3περὶ αὐτὸν ἠκολούθουν.
彼が通り過ぎる幕舎からは、夕食の最中であった者たちがみな、手に手にと灯火や松明を持って一斉に飛び出し、不安と騒乱に包まれながら、彼の周囲を取り囲んで従った。
ἐπεὶ δʼ εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθʼ ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως.
彼が陣営の開けた場所に到着すると、全員に見えるように高い場所に立ち、自らに降りかかった災難を語り、その言葉の証人として、市から同行してきた者たちを指し示した。
ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτʼ αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην.
多くの者が嘆き悲しみ、涙を流しているのを知ると、彼は彼らに対する嘆願と懇願へと転じ、自分を復讐もされずに放置したり、祖国が侮辱されるのを見過ごしたりしないよう求めた。
λέγοντι δʼ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο.
彼がこのように語るにつれて、皆の間から、話を聞きたいと望み、さらに語るよう促す強い声が上がった。
§11.40.4τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας τε καὶ ὠμότητας ἐκλογιζόμενος·
それゆえ、彼はさらに大胆になって、十人委員会の独裁政治を非難し始めた。 十人官たちが多くの人々の財産を奪い、多くの人々の体を鞭打ちで損ない、無罪の極めて多くの人々を祖国から追放したことを詳しく述べ、また、既婚女性への凌辱、結婚年齢の乙女たちの略奪、自由身分の子供たちへの虐待、その他彼らの数々の不法行為や残酷さを列挙した。
§11.40.5καὶ ταῦτʼ, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, — ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, — ἀλλʼ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν.
「そして彼らは」と彼は言った。 「法律によって権力を保持しているわけでも、元老院の決議や民衆の承認によってそれを得たわけでもないのに、私たちを侮辱している。 彼らの任期である一年の期間、すなわち本来なら統治を終えて国家の事務を他者に引き渡すべき期間はすでに過ぎ去っているのだ。 それにもかかわらず、彼らは、私たちが女のようにきわめて臆病で不甲斐ないと決めつけて、最も暴力的な方法で権力を維持しているのだ。
§11.40.6εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τʼ αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας·
それゆえ、皆の一人ひとりが、自分自身が被ったことや、他人が被ったと知っていることに思いを馳せるがよい。
καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπʼ αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε, μὴ καὶ ἐπʼ αὐτὸν ἔλθοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδʼ ἀπʼ εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ §11.40.7πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω·
そして、もし諸君の中に、彼らからの何らかの快楽や恩恵に釣られて、この独裁政治を恐れず、いつか時が経てば自分自身にもその恐るべき事態が及ぶのではないかと心配していない者がいるならば、僭主たちには何一つ信頼できるものはなく、支配者たちによる恩恵は好意から誰かに与えられるものではないこと、そしてこれらと類似するあらゆる事柄を心に刻み、考えを改めるがよい。
καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ· θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ §11.40.8δίκαια φύσεως προγόνων.
そして全員が一つの決意を抱き、僭主たちから祖国を解放するのだ。 その祖国には、諸君のために神々の神殿が建てられ、神々に次いで諸君が敬う先祖たちの墓があり、老いた父親たちがその労苦に値する多くの養育の報いを求めており、法に従って婚約した妻たちや、持つ者にとって少なからぬ心遣いを必要とする結婚年齢の娘たち、そして先祖の自然な権利を継承すべき男児たちの生まれ育つ場があるのだ。
οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.
というのも、家や土地、父親たちや諸君自身によって多くの労苦を伴って獲得された財産については、私はあえて語らないが、これらはいずれも、諸君が十人官によって支配されている限り、確実に保有することなどできないからである。 」