Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.40.1-11.40.8

维尔吉尼乌斯抵达军营并向士兵演说

第 840 段,共 962 段 · 希腊语

内容简介

亲手杀死女儿后的维尔吉尼乌斯满身鲜血地抵达阿尔吉杜斯山的军营。他在士兵们面前强烈谴责十人委员会的暴政与非法,并呼吁大家团结一致从僭主手中解放祖国。

§11.40.1τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς.
城中的局势确是在如此混乱之中。
Οὐεργίνιος δʼ, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ §11.40.2χειρὸς ἔχων.
而我曾说起亲手杀死了自己女儿的维尔吉尼乌斯,策马疾驰,于掌灯时分到达了阿尔吉杜斯山附近的军营,他仍是那副从城中逃出时的模样,全身沾满鲜血,手中还握着那把屠户的砍刀。
ἰδόντες δʼ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τʼ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν.
在军营前站岗的哨兵们看见他,不知该如何推测他遭遇了什么,便跟在他后面,以为会听到什么重大而可怕的事情。
ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν· ἐξέτρεχον δʼ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι §11.40.3περὶ αὐτὸν ἠκολούθουν.
他起初一边哭着前行,一边向迎面走来的人示意跟上;他经过的那些帐篷里,正在吃晚饭的人们全都成群结队地跑了出来,手里拿着灯笼和火把,满心焦虑与骚动,簇拥在他身旁跟着。
ἐπεὶ δʼ εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθʼ ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως.
当他来到军营开阔的地方,便站在高处以便能让所有人看见,讲述了降临到自己身上的灾难,并请从城里随他同来的人作他这番话的见证。
ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτʼ αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην.
当他看出许多人在哀叹流泪,便转向他们哀求恳请,求他们不要放任他申冤无门,也不要坐视祖国蒙受羞辱。
λέγοντι δʼ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο.
在他诉说这些时,众人都极为渴望倾听,并纷纷鼓动他继续说下去。
§11.40.4τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας τε καὶ ὠμότητας ἐκλογιζόμενος·
因此,他便更加大胆地抨击起寡头政治,历数那十人如何夺走了许多人的财产,用鞭笞残害了许多人的身体,逼迫无数无辜之人逃离祖国,并历数针对妇女的凌辱、对已达婚龄的少女的强夺、对自由人子女的虐待,以及他们其他的无法无天与残酷暴行。
§11.40.5καὶ ταῦτʼ, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, — ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, — ἀλλʼ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν.
“而且,”他说,“这些家伙既非依法律拥有权力,也未通过元老院的决议或民众的许可获得权力,却如此羞辱我们,——因为他们的一年执政期已经过去,按理他们执政期满后本应将国家事务移交给他人,——他们却以最暴力的方式据为己有,判定我们如同妇女一般极其懦弱和软弱。
§11.40.6εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τʼ αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας· καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπʼ αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε, μὴ καὶ ἐπʼ αὐτὸν ἔλθοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδʼ ἀπʼ εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ §11.40.7πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω·
因此,让你们每个人都去思量一下自己所遭受的痛苦,以及所知道的他人的遭遇;如果你们中有人因他们给予的某种享乐或恩惠而被诱惑,而不惧怕这寡头政治,也不担心随着时间的推移,这些可怕的灾难有朝一日也会降临到自己头上,那么他就该明白,对僭主而言没有任何东西是可靠的,统治者们所施予的恩惠也绝非出于好意,并且以及所有类似这些的道理,让他改变主意吧。
καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ· θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ §11.40.8δίκαια φύσεως προγόνων.
让大家怀着同一个决心,从僭主手中解放祖国。 在这片祖国土地上,有为你们建立的神明庙宇,有你们在神明之后所尊崇的先祖陵墓,有年迈的父亲向你们索要配得上他们劳苦的多重抚养回报,有依法缔结婚约的妻子,有让拥有者不得不费尽心思的已达婚龄的女儿,还有承袭先祖天然权利的男嗣后代。
οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.
因为对于房屋、田产以及你们父亲和你们自己历经千辛万苦才获得的财富,我就闭口不谈了;只要你们还处于这十人的僭主统治下,这些东西你们一件也无法安稳地占有。 ”

词汇与语法注释

  1. 11.40.1ἀπὸ ῥυτῆρος — 该短语字面意思是“从缰绳”,但在骑马的语境中,它是一个成语,意思是“放开缰绳地、全速地”奔驰。
  2. 11.40.2ὡς ἀκουσόμενοι — 连词 ὡς 修饰将来时主动分词 ἀκουσόμενοι(源自 ἀκούω,阳性主格复数),表示哨兵们主观的意图或期待(“期望能听到”)。
  3. 11.40.3λέγοντι δʼ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο — 短语 λέγοντι δʼ αὐτῷ ταῦτα 是与格分词结构(“当他说这些话时”)。主句动词 ἐγίνετο 的主语是名词化的中性分词 τὸ βουλόμενον(“想要[听]的愿望”)和 [τὸ] ἐπικελευόμενον(“鼓动[说]的呼声”),它们分别带不定式 ἀκούειν 和 λέγειν。
  4. 11.40.6δέδοικε, μὴ καὶ ἐπʼ αὐτὸν ἔλθοι — 这是一个隶属于表示恐惧的动词 δέδοικε 的 μὴ 担忧从句。尽管主句动词是第一时态(表示现在意义的完成时),但从句中使用了祈愿语气 ἔλθοι 而非虚拟语气,以将所担忧的事件表现为一种遥远或假设的未来可能性(“恐怕有朝一日会降临到他头上”)。
  5. 11.40.8οἰκίας γὰρ δὴ ... σιωπῶ — 这是修辞学中“佯去法”(paralipsis 或 praeteritio)的典型例证。发言者声称要保持沉默(使用动词 σιωπῶ“我保持沉默”,并带直接宾格宾语 οἰκίας、κλήρους、χρήματα),但实际上却借此向听众强调了这些内容。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.40.1-11.40.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.40.1-11.40.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。