Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.4.1-11.4.7

元老院的召集与瓦莱里乌斯对十人官的谴责

第 804 段,共 962 段 · 希腊语

内容简介

十人官召集元老院试图投票通过征兵和出征决议,年轻的元老瓦莱里乌斯挺身而出,对十人官的专制和专横统治进行了严厉谴责。

§11.4.1ταῦτα βουλευσάμενοι καὶ παρασκευάσαντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ συγγενῶν τοὺς ἀγορεύσοντας ἐν τῷ συνεδρίῳ τὰς συμφερούσας αὐτοῖς γνώμας καὶ τοῖς μὴ ταὐτὰ προαιρουμένοις ἐναντιωσομένους προῆλθον εἰς τὴν ἀγορὰν καὶ παραστησάμενοι τὸν κήρυκα τοὺς βουλεύοντας ἐξ ὀνόματος καλεῖν ἐκέλευον.
他们商议了这些事,并在自己的亲信和亲属中准备好了那些将在会议上发表对他们有利的意见并反对那些持不同政见者的人,随后他们走向广场,让传令官站在商会旁,命令他点名召唤元老院议员。
§11.4.2ὑπήκουε δʼ αὐτοῖς τῶν μετρίων οὐδείς.
然而,温和派中没有一个人服从他们。
πολλάκις δὲ τοῦ κήρυκος βοῶντος καὶ παριόντος οὐδενὸς εἰ μὴ τῶν κολακευόντων τὴν ὀλιγαρχίαν, ἐν οἷς ἦν τὸ κάκιστον τῆς ὀλιγαρχίας μέρος, οἱ μὲν τότʼ ὄντες κατὰ τὴν ἀγορὰν ἐθαύμαζον, εἰ περὶ μηδενὸς πώποτε συγκαλέσαντες τὴν βουλήν, τότε πρῶτον ἔγνωσαν, ὅτι καὶ συνέδριον ἦν τι παρὰ Ῥωμαίοις ἀγαθῶν ἀνδρῶν, οὓς ἔδει περὶ τῶν κοινῶν σκοπεῖν.
虽然传令官反复呼喊,但除了那些奉迎寡头统治的人(其中包含了寡头政治中最恶劣的部分)之外,没有其他人走上前来。 当时在广场上的人们感到惊异,因为他们以前从未为任何事召集过元老院,此时却第一次知道罗马人中间竟然还有一个由优秀人物组成的、应当审议国事的会议。
§11.4.3οἱ δέκα δὲ ταῦθʼ ὁρῶντες ἐπεχείρησαν μὲν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς ἄγειν· πυθόμενοι δὲ τὰς πλείους ἐρήμους ἀφειμένας εἰς τὴν ὑστεραίαν ἀνεβάλοντο.
十人官们见此情景,企图从各家各户中去带回议员们;但得知大多数房屋已被空置后,他们便把会议推迟到第二天。
ἐν δὲ τῷ μεταξὺ χρόνῳ πέμποντες ἐπὶ τοὺς ἀγροὺς ἐκεῖθεν αὐτοὺς ἐκάλουν.
在中间的时间里,他们派人去田间,从那里召唤议员。
πληρωθέντος δὲ τοῦ συνεδρίου προελθὼν Ἄππιος, ὁ τῆς δεκαδαρχίας ἡγεμών, ἀπήγγειλεν ὅτι διχόθεν ἀπό τε Αἰκανῶν καὶ Σαβίνων ἐπάγεται τῇ Ῥώμῃ πόλεμος· καὶ διεξῆλθε λόγον ἐκ πολλῆς συγκείμενον ἐπιμελείας, οὗ τέλος ἦν ψηφίσασθαι στρατοῦ καταγραφὴν καὶ διὰ τάχους ποιῆσαι τὴν ἔξοδον, ὡς οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ.
当会议人数集满时,十人委员会的首领阿庇乌斯走上前来,宣布罗马正面临来自埃奎人和萨宾人的双重战争威胁;他发表了一篇精心准备的演说,其目的是投票通过军队征募并迅速出征,理由是形势紧急不容拖延。
§11.4.4ταῦτα δὲ αὐτοῦ λέγοντος ἀνίσταται Λεύκιος Οὐαλέριος ἐπωνυμίαν Ποτῖτος, ἀνὴρ μέγα φρονῶν ἐπὶ τοῖς προγόνοις· πατὴρ μὲν γὰρ αὐτῷ Οὐαλέριος ἦν ὁ τὸν Σαβῖνον Ἑρδώνιον ἐκπολιορκήσας κατέχοντα τὸ Καπετώλιον, καὶ τὸ μὲν φρούριον ἀνακτησάμενος, αὐτὸς δʼ ἐκ τῆς μάχης ἀποθανών· πάππος δὲ πρὸς πατρὸς Ποπλικόλας ὁ τοὺς βασιλεῖς ἐκβαλὼν καὶ τὴν ἀριστοκρατίαν καταστησάμενος.
当他正说着这些话时,因祖先而怀有极大自豪感的、绰号为波提图斯的卢基乌斯·瓦莱里乌斯站了起来;因为他的父亲是瓦莱里乌斯,曾围攻并攻克了占领卡庇托林山的萨宾人赫尔多尼乌斯,虽收复了堡垒,自己却在战斗中阵亡;他的祖父是普布利科拉,曾驱逐国王们并建立了贵族制。
§11.4.5παριόντα δʼ αὐτὸν ἔτι καταμαθὼν Ἄππιος καὶ καθʼ ἑαυτοῦ τι λέξειν ἐλπίσας· οὐχ οὗτος ὁ τόπος, εἶπεν, ὦ Οὐαλέριε, σός, οὐδὲ προσήκει σοι νῦν λέγειν, ἀλλʼ ὅταν οἵδε οἱ πρεσβύτεροι καὶ τιμιώτεροί σου γνώμην ἀγορεύσωσι, τότε καὶ σὺ κληθεὶς ἐρεῖς ὅ τι σοι δοκεῖ·
但阿庇乌斯注意到他还在走上前来,预料他会对自己说一些不利的话,便说:“瓦莱里乌斯,这里不是你的位置,现在也不该由你发言。 只有当这些比你年长且更受尊敬的人发表完意见后,届时你被叫到时再发表你的看法。
νῦν δὲ σιώπα καὶ κάθησο.
现在,保持安静并坐下。
ἀλλʼ οὐχ ὑπὲρ τούτων, ἔφησεν ὁ Οὐαλέριος, ἀνέστηκα ἐρῶν, ἀλλʼ ὑπὲρ ἄλλων μειζόνων τε καὶ ἀναγκαιοτέρων, ὑπὲρ ὧν οἴομαι δεῖν πρῶτον ἀκοῦσαι τὴν βουλήν.
”但瓦莱里乌斯说:“我站起来要说的不是关于这些事,而是关于其他更大、更紧急的事,我认为元老院应当首先听取这些事。
§11.4.6εἴσονται δʼ ἐξ ὧν ἂν ἀκούσωσιν οὗτοι, πότερα ταῦτʼ ἐστὶν ἀναγκαιότερα τοῖς κοινοῖς, ὑπὲρ ὧν ὑμεῖς αὐτοὺς συγκεκλήκατε, ἢ τὰ ὑπʼ ἐμοῦ λεχθησόμενα.
” “而且,这些议员从他们将听到的内容中,就会知道哪一件事对国家更为迫切:是你们召集他们来的那些事,还是我将要说的事。
ἀλλὰ μή μʼ ἀποστέρει λόγου βουλευτὴν ὄντα καὶ Οὐαλέριον καὶ περὶ σωτηρίας τῆς πόλεως λέγειν βουλόμενον.
所以,请不要剥夺我的发言权,我是一个元老院议员,是一个瓦莱里乌斯,且渴望为城市的安危发表意见。
ἐὰν δὲ φυλάττῃς τὴν συνήθη πρὸς ἅπαντας αὐθάδειαν, δημάρχους μὲν ποίους ἐπικαλέσομαι;
如果你对所有人都要维持一贯的傲慢,那我能向什么样的保民官呼吁?
καταλέλυται γὰρ ἡ τῶν κατισχυομένων πολιτῶν βοήθεια ὑφʼ ὑμῶν.
因为受压迫公民的救助已被你们废除了。
§11.4.7καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι;
” “然而,当我作为一个瓦莱里乌斯,却像最卑微的人一样没有平等的权利,反而需要保民官的职权时,这难道不是堪比任何最恶劣的灾祸吗?
οὐ μὴν ἀλλʼ ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε·
尽管如此,既然我们已被剥夺了该官职,我便向你们所有与此人一同篡夺了该官职权力并统治城市的人呼吁。 我并非不知道这是徒劳的,但我想让所有人看清你们的阴谋,即你们搞乱了国家的事务,并且所有人都抱着同一个心思。
μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις.
或者说,我更向你一个人呼吁,昆图斯·法比乌斯·维布拉努斯,你这个因担任过三次执政官而享有荣耀的人,看看你是否还保持着同样的心思。
ἀλλʼ ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις·
快站起来,帮助那些被压迫的人吧!
εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον.
因为整个元老会议都在注视着你。 ”

词汇与语法注释

  1. 11.4.2εἰ ... τότε πρῶτον ἔγνωσαν — 由表示情感的动词 ἐθαύμαζον(惊异)引导的 εἰ 从句。此处并非表示条件“如果”或疑问“是否”,而是作为名词性从句表示“对……(事实)感到惊讶”(相当于英语的 that 从句)。
  2. 11.4.3ὡς οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ — 带有表示主观理由的连词 ὡς 的属格绝对句。表示说话者(阿庇乌斯)的主观主张或借口,即形势(ὁ καιρός)不容许任何拖延(ἀναστροφή)。
  3. 11.4.7οὐ μὴν ἀλλʼ — 带有省略的习惯性连接表达。用于部分否定或保留前述内容,并以逆接的方式展开新话题,意为“然而”、“尽管如此”(相当于英语的 nevertheless)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.4.1-11.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.4.1-11.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。