§11.38.1ὁ δὲ Ἄππιος, ὡς τὸ περὶ τὴν κόρην ἐπέγνω πάθος, ἀναπηδᾷ τε ἀπὸ τοῦ δίφρου καὶ διώκειν τὸν Οὐεργίνιον ἐβούλετο πολλὰ καὶ λέγων καὶ πράττων ἄκοσμα.
アッピウスは、乙女に関する悲劇的な出来事を知ると、演壇から飛び上がり、ウェルギニウスを追おうと望んだが、言葉においても行動においても、多くの見苦しいことを口にし、また行っていた。
περιστάντων δʼ αὐτὸν τῶν φίλων καὶ μηδὲν ἐξαμαρτάνειν ἀξιούντων ἀπῄει πρὸς ἅπαντας ἀγανακτῶν.
しかし、友人たちが彼を取り囲み、いかなる過ちも犯さぬよう求めたので、彼はすべての人々に対して憤慨しながら退散した。
§11.38.2ἤδη δʼ αὐτῷ κατʼ οἰκίαν ὄντι προσαγγέλλουσι τῶν ἑταίρων τινές, ὅτι περὶ τὸ πτῶμα τῆς κόρης Ἰκίλιός τε ὁ κηδεστὴς καὶ Νομιτώριος ὁ θεῖος σὺν τοῖς ἄλλοις ἑταίροις τε καὶ συγγενέσιν ἑστῶτες ῥητὰ καὶ ἄρρητα κατʼ αὐτοῦ λέγουσι καὶ καλοῦσι τὸν δῆμον ἐπὶ τὴν ἐλευθερίαν.
すでに彼が家の中にいるとき、彼の仲間のうちの幾人かが彼に告げた。 乙女の遺体の周りに、婚約者のイキリウスと叔父のノミトリウスが、他の仲間や親族たちとともに立って、彼に対してありとあらゆる罵詈雑言を吐き、民衆を自由へと呼びかけている、と。
§11.38.3ὁ δʼ ὑπʼ ὀργῆς ὡς εἶχε πέμπει τῶν ῥαβδούχων τινὰς κελεύσας ἀπάγειν εἰς τὸ δεσμωτήριον τοὺς κεκραγότας καὶ τὸ πτῶμα μεταφέρειν ἐκ τῆς ἀγορᾶς·
そこで彼は怒りのあまり、その場からリクトルの何人かを送り、騒ぎ立てている者たちを牢獄へ連行し、遺体を広場から運び出すようにと命じた。
ἀφρονέστατον πρᾶγμα ποιῶν καὶ τοῖς τότε καιροῖς ἥκιστα ἁρμόττον.
これは極めて愚かな行為であり、当時の状況には最もそぐわないものであった。
δέον γὰρ ἀποθεραπεύειν τὸν ὄχλον ὀργῆς εἰληφότα δικαίαν πρόφασιν, εἴξαντα μὲν ἐν τῷ παραχρῆμα χρόνῳ, ὕστερον δὲ τὰ μὲν ἀπολογούμενον, τὰ δὲ παραιτούμενον, τὰ δʼ ἑτέραις τισὶν εὐεργεσίαις ἀναλαβόντα, ἐπὶ τὸ βιαιότερον ἐνεχθεὶς εἰς ἀπόνοιαν αὐτοὺς ἠνάγκασε τραπέσθαι.
なぜなら、怒りの正当な理由を得た群衆をなだめるべきであり、差し当たっての時点では譲歩し、後になって、ある点については言い訳をし、ある点については許しを請い、またある点については他の恩恵によって回復させるべきであったのに、より暴力的な手段へと流され、彼らを自暴自棄へと追いやってしまったからである。
§11.38.4οὐ γὰρ ἀνέσχοντο τῶν ἐπιβαλλομένων ἕλκειν τὴν νεκρὰν ἢ τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον ἀπάγειν, ἀλλʼ ἐμβοήσαντες ἑαυτοῖς σὺν ὠθισμῷ τε καὶ πληγαῖς τῶν βιαζομένων ἐξέβαλον αὐτοὺς ἐκ τῆς ἀγορᾶς.
というのも、群衆は遺体を引きずっていこうとしたり、男たちを牢獄へと連行しようとしたりする者たちの暴挙に耐えられず、かえって、互いに大声を掛け合って押し合い、暴力を用いる者たちを殴りつけながら、彼らを広場から追い出した。
ὥστʼ ἠναγκάσθη ἀκούσας ταῦθʼ ὁ Ἄππιος ἅμα συχνοῖς ἑταίροις καὶ πελάταις εἰς τὴν ἀγορὰν πορεύεσθαι παίειν κελεύων καὶ ἀνείργειν ἐκποδὼν τοὺς ἐν τοῖς στενωποῖς. πυθόμενοι δὲ τὴν διάνοιαν αὐτοῦ τῆς ἐξόδου Οὐαλέριός τε καὶ
その結果、アッピウスはこれを聞くと余儀なくされ、多くの仲間や庇護民たちとともに広場へと赴き、路地にいる者たちを殴りつけ、脇へ退けるよう命じた。
§11.38.5Ὁράτιος, οὓς ἔφην ἡγεμονικωτάτους εἶναι τῶν ἀντιποιουμένων τῆς ἐλευθερίας, πολλὴν καὶ ἀγαθὴν νεότητα περὶ αὑτοὺς ἄγοντες ἵστανται πρὸ τοῦ νεκροῦ καὶ ἐπειδὴ πλησίον αὐτῶν οἱ περὶ τὸν Ἄππιον ἐγίνοντο, πρῶτον μὲν εἰς λόγους ἐπαχθεῖς καὶ προπηλακιστὰς κατὰ τῆς ἐξουσίας αὐτῶν ἐχώρουν, ἔπειτα καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις παρείχοντο παίοντές τε καὶ ἀνατρέποντες τοὺς ὁμόσε χωροῦντας.
しかし、彼の出動の意図を知ると、ウァレリウスとホラティウスは(私は彼らが自由を擁護する者たちのうちで最も指導的な人物であると述べたが)、多くの優れた若者たちを自分の周りに率いて遺体の前に立ち、アッピウスの一行が彼らの近くに達したとき、最初は彼らの権力に対する過酷で侮辱的な言葉を浴びせ、次いで行動も言葉と同様にし、立ち向かってくる者たちを殴りつけ、打倒した。