Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.37.1-11.37.7

ウェルギニウスによる娘の殺害と陣営への逃走

837 / 962 箇所 · ギリシア語

要旨

アッピウスがクラウディウスに少女を引き渡す判決を下し、広場に混乱が広がる中、父親のウェルギニウスは、娘が奴隷とされるのを防ぐために彼女を刺殺し、市民たちに自由を叫びながら陣営へと逃亡する。

§11.37.1ὡς δὲ ταῦτʼ ἤκουσαν, ὅσοι μὲν ἦσαν ἀκέραιοί τε καὶ τῶν τὰ δίκαια λεγόντων παράκλητοι τὰς χεῖρας ἄραντες εἰς τὸν οὐρανὸν ἀνέκραγον ὀδυρμῷ καὶ ἀγανακτήσει μεμιγμένην κραυγήν, οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν.
彼らがこれを聞くと、非の打ちどころがなく、かつ正義を語る者たちの味方である人々は皆、天に手を掲げ、哀悼と憤りの入り混じった叫び声をあげたが、他方、寡頭制の取り巻きたちは、支配者たちを鼓舞し彼らに勇気を与えるような歓声をあげた。
ἠρεθισμένης δὲ τῆς ἀγορᾶς καὶ παντοδαπῶν γεμούσης λόγων τε καὶ παθῶν σιωπὴν γενέσθαι κελεύσας Ἄππιος ἔλεξεν·
広場が騒然とし、ありとあらゆる言葉と感情で満たされると、アッピウスは静粛にするよう命じて、次のように語った。
§11.37.2εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτʼ ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε.
「もしお前たち、平和のときにも戦争のときにもいささかも役に立たず、都市を分裂させ我々に対抗するのをやめない不穏分子どもが、必要によって懲らしめられて屈服しないのであれば、おとなしくなるがよい。
μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς πόλεως πράγματα ἐάσειν.
カピトリウムと砦にいるこれらの守備兵が、外部の敵に対してのみ我々によって備えられていると思ってはならない。 また、内部に潜み、都市のあらゆる事柄を腐敗させているお前たちを、彼らが放っておくと思ったら大間違いだ。
§11.37.3γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε· σὺ δʼ ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς διʼ ἀγορᾶς·
それゆえ、今お前たちが持っているものより優れた考えを抱いて、立ち去るがよい、ここで何の関係もない者たちよ。 もし賢明であるならば、自分自身の仕事をこなすがよい。 そしてクラウディウスよ、お前は少女の手を取って連れていくがよい、広場を通るのに誰も恐れることはない。
§11.37.4οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις.
アッピウスの12本の斧がお前を護衛するからだ。
ὡς δὲ ταῦτʼ εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν.
」彼がこのように語ると、他の人々はうめき声を上げ、額を叩き、涙を抑えることができずに広場から退いたが、クラウディウスは、父親にしがみつき、接吻を浴びせ、愛らしい声で父の名を呼び求める少女を連れ去ろうとした。
ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δʼ ἀνδρὶ §11.37.5καὶ μεγαλόφρονι πρέπον.
このような苦難のただ中にあって、ウェルギニウスは、父親にとっては悲惨で痛ましいが、自由な男、そして気高き心を持つ者にはふさわしい行動を胸に思い描いた。
αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπʼ ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται, πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον εἰπών·
というのも、彼女が広場から連れ去られる前に、邪魔されずに最後の抱擁を交わし、一対一で望むだけ彼女と語り合う許可を求めたからである。 執政官がこれを許可し、敵たちが少し後退すると、彼は、気が遠くなり崩れ落ちそうになってしがみついてくる彼女を抱き止め、しばらくの間、彼女の名を呼び、口づけし、その流れ落ちる涙を拭ってやっていたが、やがて少しずつ彼女を連れて移動し、肉屋の店先の近くに来たとき、台から包丁をひったくると、次の言葉だけを口にして、娘の胸を刺し通した。
§11.37.6ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις·
「我が子よ、お前を自由で、気高き姿のまま、地下にいる祖先たちのもとへと送り出す。
ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον.
生きながらえては、あの僭主のせいで、お前がこの両方を保つことはできなかったのだから。
κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, ᾧ προσέφυρεν αὐτὸν ἡ σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ §11.37.7τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν.
」悲鳴が沸き起こる中、血に染まった包丁を手にし、娘を刺した血で自身も血まみれになりながら、彼は狂ったように、街を走り抜け、市民たちを自由へと呼びかけながら。
διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων.
そして門を突破すると、用意されていた馬にまたがり、陣営へと急いだ。 彼を陣地から連れてきた若者たちであるイキリウスとノミトリウスも、そのとき同行して彼を送り出した。
ἠκολούθει δʼ αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι.
彼らにはまた、少なからぬ平民の群衆が従い、全員で約400人になった。

語釈・文法注

  1. 11.37.1οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν — 前半の動詞 ἀνέκραγον(叫び声をあげた)の省略、またはそれと同等の「声をあげた」という動詞(ἵεσαν など)の省略を補って、対格の φωνήν に係らせて解釈する。前半の「苦難に満ちた叫び」と「励ましの歓声」が、μὲν ... δὲ によって対比されている。
  2. 11.37.3οἷς μή τι πρᾶγμα — 関係代名詞 οἷς(与格)のあとに存在の動詞 ἐστίν が省略されており、全体として呼びかけの対象に対する非制限的な修飾(あるいは「ここで特段の用事のない者たちよ」という仮定・条件的な関係節)を形成している。否定辞 μή は、これが一般的・条件的な性格を持つ関係節(「何ら用事を持たないような人々」)であることを示している。
  3. 11.37.5εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν — 3つの現在分詞が、前置詞 εἰς の後ろで実詞化された対格の形容詞(「娘」を指す)を修飾しているが、特に自動詞的に用いられている κατέχουσαν の解釈が分かれる。「(父に)しがみついている」とするのが、前文の τῷ πατρὶ περιπεπλεγμένην(父にしがみつく)との整合性から最も自然である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.37.1-11.37.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.37.1-11.37.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。